logo

Sophocles Tragicus / Antigone 334-52

S. Ant. 334-52 -442
ptver
tradução

Texto em versos, baseado na edição de Dain e Mazon (1955).
Dialeto ático.

ΑΝΤΙΓΟΝΗ
ΧΟΡΟΣ
[στρ.]
πολλὰ τὰ δεινὰ κοὐδὲν ἀν-
θρώπου δεινότερον πέλει.
τοῦτο καὶ πολιοῦ πέραν
πόντου χειμερίωι νότωι
χωρεῖ, περιβρυχίοισιν
περῶν ὑπ' οἴδμασιν, θεῶν
τε τὰν ὑπερτάταν, Γᾶν
ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται
ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος,
ἱππείωι γένει πολεύων.
[ἀντ.]
Κουφονόων τε φῦλον ὀρ-
νίθων ἀμφιβαλὼν ἄγει
καὶ θηρῶν ἀγρίων ἔθνη
πόντου τ' εἰναλίαν φύσιν
σπείραισι δικτυοκλώστοις,
περιφραδὴς ἀνήρ· κρατεῖ
δὲ μηχαναῖς ἀγραύλου
θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ'
ἵππον <ὑπ>άζεται ἀμφὶ λόφον ζυγὸν
οὔρειόν τ' ἀκμῆτα ταῦρον.