Hymni Homerici / minores


h. Hom. 16, a Asclépio
h. Hom. 12, a Hera
h. Pan. 1-7 (= h. Hom. 19.1-7), a Pã
tradução / grego antigo

Versos hexâmetros no dialeto homérico, baseados na edição de Humbert (1936): os hinos a Asclépio, a Hera e a . Os dois primeiros estão completos.

ΕΙΣ ΑΣΚΛΗΠΙΟΝ
Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ' ἀείδειν, υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς Δωτίωι ἐν πεδίωι, κούρη Φλεγύου βασιλῆος, χάρμα μέγ' ἀνθρώποισι, κακῶν θελκτῆρ' ὀδυνάων. 5 Καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σ' ἀοιδῆι. h. Hom. 16
ΕΙΣ ΗΡΑΝ
Ἥρην ἀείδω χρυσόθρονον ἣν τέκε Ῥείη, ἀθανάτων  βασίλειαν ὑπείροχον εἶδος ἔχουσαν Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον 5 ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνωι. h. Hom. 12
ΕΙΣ ΠΑΝΑ
Ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε Μοῦσα, αἰγιπόδην δικέρωτα φιλόκροτον ὅς τ' ἀνὰ πίση δενδρήεντ' ἄμυδις φοιτᾷ χοροήθεσι νύμφαις αἵ τε κατ' αἰγίλιπος πέτρης στείβουσι κάρηνα 5 Πᾶν' ἀνακεκλόμεναι νόμιον θεὸν ἀγλαέθειρον αὐχμήενθ', ὃς πάντα λόφον νιφόεντα λέλογχε καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κέλευθα. h. Pan. 1-7