Aristophanes Comicus / Plutus 653-741
Texto em versos, baseado na edição de Hall e Geldart, 1907. Dialeto ático.
ΚΑΡΙΩΝ
ὡς γὰρ τάχιστ᾽
ἀφικόμεθα πρὸς
τὸν θεὸν
ἄγοντες ἄνδρα
τότε μὲν
ἀθλιώτατον
655
νῦν δ᾽ εἴ τιν᾽
ἄλλον
μακάριον
κεὐδαίμονα,
πρῶτον μὲν αὐτὸν ἐπὶ
θάλατταν
ἤγομεν,
ἔπειτ᾽ ἐλοῦμεν.
ΓΥΝΗ
νὴ Δί᾽ εὐδαίμων ἄρ᾽ ἦν
ἀνὴρ γέρων ψυχρᾷ
θαλάττῃ
λούμενος.
Κα.
ἔπειτα πρὸς τὸ
τέμενος ᾖμεν
τοῦ θεοῦ.
660
ἐπεὶ δὲ βωμῷ
πόπανα καὶ
προθύματα
καθωσιώθη
πέλανος
Ἡφαίστου
φλογί,
κατεκλίναμεν
τὸν Πλοῦτον,
ὥσπερ εἰκὸς ἦν:
ἡμῶν δ᾽ ἕκαστος
στιβάδα
παρεκαττύετο.
Γυ. ἦσαν δέ τινες
κἄλλοι
δεόμενοι τοῦ
θεοῦ;
665
Κα.
εἷς μέν γε
Νεοκλείδης,
ὅς ἐστι μὲν
τυφλός,
κλέπτων δὲ τοὺς
βλέποντας
ὑπερηκόντικεν:
ἕτεροί τε
πολλοὶ
παντοδαπὰ
νοσήματα
ἔχοντες: ὡς δὲ
τοὺς λύχνους
ἀποσβέσας
ἡμῖν
παρήγγειλεν
καθεύδειν
τοῦ θεοῦ
670
ὁ πρόπολος,
εἰπών, ἤν τις
αἴσθηται
ψόφου
σιγᾶν, ἅπαντες
κοσμίως
κατεκείμεθα.
(...)
μετὰ ταῦτ᾽ ἐγὼ μὲν
εὐθὺς
ἐνεκαλυψάμην
δείσας,
ἐκεῖνος δ᾽ ἐν
κύκλῳ τὰ
νοσήματα
σκοπῶν
περιῄει πάντα
κοσμίως πάνυ.
710
ἔπειτα παῖς αὐτῷ
λίθινον
θυείδιον
παρέθηκε καὶ
δοίδυκα καὶ
κιβώτιον.
(...)
μετὰ τοῦτο τῷ
Πλούτωνι
παρεκαθέζετο,
καὶ πρῶτα μὲν δὴ
τῆς κεφαλῆς
ἐφήψατο,
ἔπειτα καθαρὸν
ἡμιτύβιον λαβὼν
730
τὰ βλέφαρα
περιέψησεν: ἡ
Πανάκεια δὲ
κατεπέτας᾽
αὐτοῦ τὴν
κεφαλὴν
φοινικίδι
καὶ πᾶν τὸ
πρόσωπον: εἶθ᾽ ὁ
θεὸς ἐπόππυσεν.
ἐξῃξάτην οὖν δύο
δράκοντ᾽ ἐκ τοῦ
νεὼ
ὑπερφυεῖς τὸ μέγεθος.
Γυ. ὦ φίλοι θεοί.
735
Κα.
τούτω δ᾽ ὑπὸ τὴν
φοινικίδ᾽
ὑποδύνθ᾽ ἡσυχῇ
τὰ βλέφαρα
περιέλειχον,
ὥς γ᾽ ἐμοὶ δοκεῖ:
καὶ πρίν σε
κοτύλας
ἐκπιεῖν οἴνου
δέκα,
ὁ Πλοῦτος ὦ
δέσποιν᾽
ἀνειστήκει
βλέπων:
ἐγὼ δὲ τὼ χεῖρ᾽
ἀνεκρότης᾽ ὑφ᾽
ἡδονῆς
740
τὸν δεσπότην τ᾽
ἤγειρον. ὁ θεὸς
δ᾽ εὐθέως
ἠφάνισεν αὑτὸν οἵ
τ᾽ ὄφεις ἐς τὸν
νεών.
(...)
(...)
(...)
(...)