Euripides Tragicus / Medea 446-91

E. Med. 446-91 -431
tradução / grego antigo

Texto em versos, dialeto ático, baseado na edição de Page (1985). Dialeto ático.

ΙΑΣΩΝ οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν κούφως φερούσηι κρεισσόνων βουλεύματα, 450 λόγων ματαίων οὕνεκ' ἐκπεσῆι χθονός. κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσηι ποτὲ λέγους' Ἰάσον' ὡς κάκιστός ἐστ' ἀνήρ. ἃ δ' ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῆι. 455 κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων ὀργὰς ἀφήιρουν καί ς' ἐβουλόμην μένειν· σὺ δ' οὐκ ἀνίεις μωρίας, λέγους' ἀεὶ κακῶς τυράννους· τοιγὰρ ἐκπεσῆι χθονός. ὅμως δὲ κἀκ τῶνδ' οὐκ ἀπειρηκὼς φίλοις 460 ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, ὡς μήτ' ἀχρήμων σὺν τέκνοισιν ἐκπέσηις μήτ' ἐνδεής του· πόλλ' ἐφέλκεται φυγὴ κακὰ ξὺν αὑτῆι. καὶ γὰρ εἰ σύ με στυγεῖς, οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε. ΜΗΔΕΙΑ 465 ὦ παγκάκιστε, τοῦτο γάρ ς' εἰπεῖν ἔχω γλώσσηι μέγιστον εἰς ἀνανδρίαν κακόν, ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς [θεοῖς τε κἀμοὶ παντί τ' ἀνθρώπων γένει];[1] οὔτοι θράσος τόδ' ἐστὶν οὐδ' εὐτολμία, 470 φίλους κακῶς δράσαντ' ἐναντίον βλέπειν, ἀλλ' ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει'. εὖ δ' ἐποίησας μολών· ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσηι κλύων. 475     ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν· ἔσωσά ς', ὡς ἴσασιν Ἑλλήνων ὅσοι ταὐτὸν συνεισέβησαν Ἀργῶιον σκάφος, πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην· 480 δράκοντά θ', ὃς πάγχρυσον ἀμπέχων δέρος σπείραις ἔσωιζε πολυπλόκοις ἄυπνος ὤν, κτείνας' ἀνέσχον σοὶ φάος σωτήριον. αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦς' ἐμοὺς τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην 485 σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· πελίαν τ' ἀπέκτειν', ὥσπερ ἄλγιστον θανεῖν, παίδων ὕπ' αὐτοῦ, πάντα τ' ἐξεῖλον δόμον. καὶ ταῦθ' ὑφ' ἡμῶν, ὦ κάκιστ' ἀνδρῶν, παθὼν προύδωκας ἡμᾶς, καινὰ δ' ἐκτήσω λέχη, 490 παίδων γεγώτων· εἰ γὰρ ἦσθ' ἄπαις ἔτι, συγγνώστ' ἂν ἦν σοι τοῦδ' ἐρασθῆναι λέχους.