Trecho em versos hexâmetros sobre os poderes e limitações de Afrodite, baseado na edição de West (2003), mas com iota subscrito. Dialeto homérico.
Μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης
Κύπριδος, ἥ τε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσεν
καί τ' ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
οἰωνούς τε διειπετέας καὶ θηρία πάντα,
5
ἠμὲν ὅσ' ἤπειρος πολλὰ τρέφει ἠδ' ὅσα πόντος·
πᾶσιν δ' ἔργα μέμηλεν ἐϋστεφάνου Κυθερείης.
τρισσὰς δ' οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι·
κούρην τ' αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην,
οὐ γάρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
10
ἀλλ' ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος,
ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ' ἀλεγύνειν —
πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξεν
ποιῆσαι σατίνα⟨ς τε〉 καὶ ἅρματα ποικίλα χαλκῷ·
ἡ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
15
ἀγλαὰ ἔργ' ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ —
οὐδέ ποτ' Ἀρτέμιδα χρυσηλάκατον κελαδεινὴν
δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη·
καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν
φόρμιγγές τε χοροί τε διαπρύσιοί τ' ὀλολυγαὶ
20
ἄλσεά τε σκιόεντα δικαίων τε π〈τ〉όλις ἀνδρῶν·
οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδεν ἔργ' Ἀφροδίτης
Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
αὖτις δ' ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·