Odyssea 17.290-327

Od. 17.290-327
tradução / grego antigo

A morte de Argos, o fiel cão de Odisseu. Passagem em versos hexâmetros, baseada no texto de von der Mühll (1962). Dialeto homérico.

290 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς θρέψε μέν, οὐδ' ἀπόνητο, πάρος δ' εἰς Ἴλιον ἱρὴν ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες 295 αἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· δὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένοιο ἄνακτος ἐν πολλῆι κόπρωι, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρίσσοντες· 300 ἔνθα κύων κεῖτ' Ἄργος ἐνίπλειος κυνοραιστέων. δὴ τότε γ', ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐρῆι μέν ῥ' ὅ γ' ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, ἄσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, 305 ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ' ἐρεείνετο μύθωι· “Εὔμαι', ἦ μάλα θαῦμα κύων ὅδε κεῖτ' ἐνὶ κόπρωι. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα, ἢ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν 310 γίνοντ', ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες.” τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· “καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος εἰ τοιόσδ' εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, 315 αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη. νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. 320 δμῶες δ', εὖτ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτες, οὐκέτ' ἔπειτ' ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τ' ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.” ὣς εἰπὼν εἰσῆλθε δόμους ἐῢ ναιετάοντας, 325 βῆ δ' ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς. Ἄργον δ' αὖ κατὰ μοῖρ' ἔλαβεν μέλανος θανάτοιο, αὐτίκ' ἰδόντ' Ὀδυσῆα ἐεικοστῶι ἐνιαυτῶι.