logo

Hippocrates Medicus / Lex 2 et 3

[Hippoc.] Lex 2-3 Sæc. -IV
ptver
tradução

Texto em prosa, conforme edição de Jones (1923).
Dialeto iônico.

ΝΟΜΟΣ

2. Χρὴ γὰρ, ὅστις μέλλει ἰητρικῆς σύνεσιν ἀτρεκέως ἁρμόζεσθαι, τῶνδέ μιν ἐπήβολον γενέσθαι· φύσιος· διδασκαλίης· τόπου εὐφυέος· παιδομαθίης· φιλοπονίης· χρόνου. (...)

3. Ὁκοίη γὰρ τῶν ἐν τηῖ γηῖ φυομένων θεωρίη, τοιήδε καὶ τῆς ἰητρικῆς ἡ μάθησις. Ἡ μὲν γὰρ φύσις ἡμέων ὁκοῖον ἡ χώρη· τὰ δὲ δόγματα τῶν διδασκόντων ὁκοῖον τὰ σπέρματα· ἡ δὲ παιδομαθίη, τὸ καθ' ὥρην αὐτὰ πεσεῖν ἐς τὴν ἄρουραν· ὁ δὲ τόπος ἐν ωἷ ἡ μάθησις, ὁκοῖον ἡ ἐκ τοῦ περιέχοντος ἠέρος τροφὴ γιγνομένη τοῖσι φυομένοισιν· ἡ δὲ φιλοπονίη, ἐργασίη· ὁ δὲ χρόνος ταῦτα ἐνισχύει πάντα, ὡς τραφῆναι τελέως.