logo

Alcaeus Lyricus / Fragmenta

Alc. Fr. 346, 335 -630 / -580
ptver
tradução

Texto em versos líricos baseados na edição de Lobel e Page, 1968. Dialeto eólico.

F 346
πώνωμεν· τί τὰ λύχν' ὀμμένομεν; δάκτυλος ἀμέρα· κἀδ' δἄερρε κυλίχναις μεγάλαις ἄϊτα, ποικίλαις· οἶνον γὰρ Σεμέλας καὶ Δίος υἷος λαθικάδεα ἀνθρώποισιν ἔδωκ'. ἔγχεε κέρναις ἔνα καὶ δύο 5 πλήαις κὰκ κεφάλας, 〈ἀ〉 ἀτέρα τὰν ἀτέραν κύλιξ ὠθήτω
F 335
οὐ χρὴ κάκοισι θῦμον ἐπιτρέπειν, προκόψομεν γὰρ οὖδεν ἀσάμενοι, ὦ Βύκχι, φάρμακον δ' ἄριστον οἶνον ἐνεικαμένοις μεθύσθην.