O fragmento 19 Most (= 23a Merkelbach-West) do Catálogo das Mulheres é uma composição de diversos papiros fragmentários (P. Michigan inv. 6234 F 2, P. Oxy. 2481 F 5(a) col. i; P. Oxy. 2482; P. Oxy. 2075 F 4.9) e de um escólio, Σ P. Ol. 10.80. Observar, no início do verso 3, a tradicional fórmula ἠ' οἵη no nominativo plural.
O fragmento 20a é uma citação de Pausânias (Paus. 1.43.1-6) e o 20b, de Filodemo (Piet. B 8364-70).
F 19
εδρασ̣[
ὑστατ.[
ἠ' οἷαι κ̣[οῦραι
τρεῖς ο̣[ἷαί τε θεαί, περικαλλέα ἔργ' εἰδυῖαι,
5
Λήδη[ τ' Ἀλθαίη τε Ὑπερμήστρη τε βοῶπις
Αἰ̣τ̣ω̣λ̣[
ἣ μὲν [Τυνδαρέου θαλερὸν λέχο]ς εἰσαναβᾶσα
Λήδη ἐ̣[υπλόκαμος ἰκέλη φαέεσς]ι σελήνης
γείνατ[ο Τιμάνδρην τε Κλυταιμήστρ]ην τε βοῶπ[ιν
10
Φυλο̣[νόην θ' ἣ εἶδος ἐρήριστ' ἀθαν]άτηισι.
τ̣ὴ̣ν[ ἰο]χέαιρα,
θῆκ[εν δ' ἀθάνατον καὶ ἀγήραον ἤ]ματα πάντ̣[α.
γ̣ῆμ̣[ε δ' ἑὸν διὰ κάλλος ἄναξ ἀνδρ]ῶν Ἀγαμέμνων
κού[ρην Τυνδαρέοιο Κλυταιμής]τρην κυανῶπ[ιν·
15
ἣ̣ τ̣[έκεν Ἰφιμέδην καλλίσφυ]ρον ἐν μεγάρο[ισιν
Ἠλέκτρην θ' ἣ εἶδος ἐρήριστ' ἀ[θανά]τηισιν.
Ἰφιμέδην μὲν σφάξαν ἐυκνή[μ]ιδες Ἀχαιοὶ
βωμῶ[ι ἔπ' Ἀρτέμιδος χρυσηλακ]ά̣τ[ου] κελαδεινῆς,
ἤματ[ι τῶι ὅτε νηυσὶν ἀνέπλ]εον̣ Ἴλιον ε̣[ἴσω
20
ποινὴ[ν τεισόμενοι καλλις]φύρου Ἀργειώ̣[νη]σ̣,
εἴδω[λον· αὐτὴν δ' ἐλαφηβό]λο̣ς ἰοχέαιρα
ῥεῖα μάλ' ἐξεσά[ωσε, καὶ ἀμβρος]ίην [ἐρ]ατ̣ε̣[ινὴν
στάξε κατὰ κρῆ[θεν, ἵνα οἱ χ]ρ̣ὼσ̣ [ἔ]μ̣πε[δ]ο̣[ς] ε̣[ἴη,
θῆκεν δ' ἀθάνατο[ν καὶ ἀγήρ]αον ἤμα[τα πάντα.
25
τὴν δὴ νῦν καλέο[υσιν ἐπὶ χ]θ̣ονὶ φῦλ' ἀν̣[θρώπων
Ἄρτεμιν εἰνοδί[ην, πρόπολον κλυ]τοῦ ἰ[ο]χ[ε]αίρ[ης.
λοῖσθον δ' ἐν μεγά[ροισι Κλυτ]αιμ̣ή̣στρη κυα[νῶπις
γείναθ' ὑποδμηθ[εῖσ' Ἀγαμέμν]ον[ι δῖ]ον Ὀρέ[στην,
ὅς ῥα καὶ ἡβήσας ἀπε̣[τείσατο π]ατροφο[ν]ῆα,
30
κτεῖνε δὲ μητέρα [ἣν ὑπερήν]ορα νηλέι [χαλκῶι.
Τιμάνδρην δ' Ἔχε⌊μος θαλερὴν⌋ ποιήσατ' ἄκ⌊οιτιν,
ὃς πάσης Τεγ[έης ἠδ' Ἀρκαδίης] πολυμήλου
ἀφνειὸς ἤνας[σε, φίλος μακάρεσσι θ]ε̣ο[ῖ]σ̣ιν·
ἥ οἱ Λαόδοκον̣ μ[εγαλήτορα ποιμέν]α̣ λαῶν
35
γ]είνα[θ]' ὑποδμη[θεῖσα διὰ] χρυσῆν Ἀφ[ροδίτην
[ ἐ]μβας[ίλευε ]η̣..[.].[
[ ]ν̣[..].[.]χο[
[ ].[. Ὀ]λύμπ̣ι̣[
[ ἀε]θλοφόρο[ν Πολυδεύκεα
40
[ ]ν̣[`̣
F 20a
οἶδα δὲ Ἡσίοδον ποιήσαντα ἐν καταλόγῳ γυναικῶν Ἰφιγένειαν οὐκ ἀποθανεῖν, γνώμῃ δὲ Ἀρτέμιδος Ἑκάτην εἶναι·.
F 20b
Στη[σίχορο]ς δ' ἐν Ὀρεστεί[αι κατ]ακολουθήσας [ Ἡσιόδ̣ωι τὴν Ἀγαμέ[μνονος Ἰ]φιγένειαν εἶ[ναι τὴ]ν Ἑκάτην νῦν [ὀνομαζ]ομένην.