Hippocrates medicus / Praeceptiones 4 et 8
Texto em prosa, editado por Jones (1923).
Dialeto iônico.
4. Παραινέσιος δ' ἂν καὶ τοῦτο ἐπιδεηθείη τῆς θεωρίης· συμβάλλει γάρ τι τωῖ σύμπαντι· εἰ γὰρ ἄρξαιο περὶ μισθαρίων τωῖ μὲν ἀλγέοντι τοιαύτην διανόησιν ἐμποιήσεις τὴν ὅτι ἀπολιπὼν αὐτὸν πορεύσει μὴ συνθέμενος, ἢ ὅτι ἀμελήσεις καὶ οὐχ ὑποθήσει τινὰ τωῖ παρεόντι. ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένωι τὴν τοιαύτην, πολὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νούσου γὰρ ταχυτὴς καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελές, ἔχεσθαι δὲ δόξης μᾶλλον. κρεσσον οὖν σωιζομένοις ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προμύσσειν.
8. (...) οὐκ ἀσχήμων δέ, οὐδ' ἤν τις ἰητρὸς στενοχωρέων τωῖ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῆι ἀπειρίηι κελύηι καὶ ἑτέρους ἐσάγειν, εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος. ἐν γὰρ κακοπαθείης παρεδρίηι ἐπιτείνοντος τοῦ πάθεος, δι' ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τωῖ παρέοντι· θαρρητέον οὖν ἐν καιρωῖ τοιούτωι· οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τούτου. μηδέποτε φιλονεικεῖν προσκυρέοντας ἑωυτοῖσι καὶ κατασιλλαίνειν· ὃ γὰρ ἂν μεθ' ὅρκου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρωι· ἀκιδνὸς γὰρ ἂν φανείη· ἀλλὰ μᾶλλον οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως. καίτοι γε οὐδὲ ψευδέως κατανενόηται· πάσηι γὰρ εὐπορίηι ἀπορίη ἔνεστι.