Texto em versos, baseado na edição de Kirk et al. (1994). Dialeto iônico.
Fragmenta
F 11
πάντα θεοῖς ἀνέθηκαν Ὅμηρός θ' Ἡσίοδός τε
ὅσσα παρ' ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
F 15
ἀλλ' εἰ χεῖρας ἔχον βός ἵπποι τ' ἠὲ λέοντες,
ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἁπερ ἄνδρες,
ἵπποι μέν θ' ἵπποισι βόες δέ τε βουσὶν ὁμοίας
καὶ κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν
5
τοιαῦθ' οἷόν περ καὐτοὶ δέμας εἶχον ἕχαστοι.
F 34
καὶ τὸ μὲν ουν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἐσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων·
F 23
εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔτι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.