Pythagoras Philosophus / Testimonia
Texto em prosa, baseado na coletânea da edição de Kirk et al. (1994). Dialeto comum.
"ζυγὸν μὴ ὐπερβαίνειν", τουτέστι μὴ πλεονεκτεῖν, "μὴ τὸ πῦρ τῆι μαχαίραι σκαλεύειν", ὅπερ ἦν μὴ τὸν ἀνοιδοῦντα χαὶ ὀργιζόμενον κινεῖν λόγοις παρατεθηγμένοις, "στέφανόν τε μὴ τίλλειν", τουτέστι τοὺς νόμους μὴ λυμαίνεσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δ' αὖ ἕτερα τοιαῦτα "μὴ καρδίαν ἐσθίειν", οἷον μὴ λυπεῖν ἑαυτὸν ἀνίαις, "μηδ' ἐπὶ χοίνικος καθέζεσθαι", οἷον μὴ ἀργὸν ζῆν, "μηδ' ἀποδημοῦντα ἐπιστρέφεσθαι", μὴ ἔχεσθαι τοῦ βίου τούτου ἀποθνήισχοντα.
ἃ μὲν οὖν ἔλεγε τοῖς συνοῦσιν, οὐδὲ εἴς ἔχει φράσαι βεβαίως· καὶ γὰρ οὐδ' ἡ τυχοῦσα ἧν παρ' αὐτοῖς σιωπή. μάλιστα μέντοι γνώριμα παρὰ πᾶσιν ἐγένετο πρῶτον μὲν ὡς ἀθάνατον εἷναί φησι τὴν ψυχήν, εἴτα μεταβάλλουσαν εἰς ἄλλα γένη ζωίων, πρὸς δὲ τούτοις ὅτι κατὰ περιόδους τινὰς τὰ γενόμενά ποτε πάλιν γίνεται, νέον δ' οὐδὲν ἁπλῶς ἔστι καὶ ὅτι πάντα τὰ γινόμενα ἔμψυχα ὁμογενῆ δεῖ νομίζειν. φαίναται γὰρ εἰς τὴν Ἑλλάδα τὰ δόγματα πρῶτος κομίσαι ταῦτα Πυθαγόρας.
καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον· τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦπεριττοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν·.
καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς... ἁρμονίαν γάρ τινα αὐτὴν λέγουσι· καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν ἐναντίων εἶναι καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων.