A restauração dos versos elegíacos do papiro, escrito em caracteres cursivos, se baseia em imagem multi-espectral do papiro, registrada em infravermelho. O texto grego infra segue a editio princeps de Dirk Obbink (2006), com exceção do sigma lunado (ϲ = σ, ς):
(...)
εἰ δὲ] . [ . . . . ] . [ . ] . . θεοῦ κρατερῆ[ς ὑπ’ ἀνάγκης
οὐ χρῆ] ἀ̣ν̣[α]λ̣[κείη]ν̣ κ̣αι κακότητα λέγει̣[ν·
π]ή̣µ̣[α]τ̣’ ε̣ὖ̣ [εἵµ]εθα δ̣[ῆι]α φυγεῖν· φεύγ[ειν δέ τις ὥρη·
5
κ̣α̣ί̣ π̣οτ̣[ε µ]οῦνος ἐ̣ὼν̣ Τήλεφος ’Α̣ρκα̣[σίδης
’Αργείων ἐφόβ̣ησε πολὺν στρατ̣[όν,] ο̣[ἱ δὲ φέβοντο
ἄ̣λκι̣µ̣[οι,] ἦ̣ τ̣όσα δὴ µοῖρα θεῶν ἐ̣φόβε̣ι̣,
αἰχµητ̣α̣ί̣ περ̣ ἐόντε[ς.] ἐϋρρείτ̣ης δὲ Κ[άϊκος
π]ι̣π̣τ̣ό̣ν̣των νεκύων στείνετ̣ο καὶ [πεδίον
10
Μ̣ύσ̣ι̣ο̣ν̣, οἱ̣ δ’ ἐπὶ θῖ̣ν̣α̣ πολυφλο̣ισβοι[ο θαλάσσης
χέρσ’] ὑ̣π’ ἀµειλίκτου φωτὸς ἐναιρό[µενοι
προ]τ̣ροπάδην ἀπ̣έ̣κλινον ἐϋκν̣ήµ̣[ιδες ’Αχαιοί·
ἀ]σ̣πάσιοι δ’ ἐς νέας̣ ὠ[κ]υ̣π̣όρ[ο]υ̣ς̣ [ἐσέβαν
π̣αῖδές τ̣’ ἀ̣θανάτων κ̣α̣ὶ̣ ἀδελφεο̣ί̣, [οὓς ’Αγαµέµνων
15
Ἴ̣λιον εἰς ἱερὴν ἦγε µαχησοµένο̣[υς·
ο]ἱ̣ δὲ τότ̣ε̣ β̣λαφθέντες ὁδοῦ παρὰ θ[ῖν’ ἀφίκοντο·
Τε]ύθραντος̣ δ̣’ ἐ̣ρ̣ατὴν πρ̣ὸς πόλιν [ἐ]ξ[έπεσον·
ἔ]ν̣θ̣α̣ [µ]έ̣ν̣ο̣ς πνείοντ̣ε̣ς̣ ὁµως αὐτ̣ο̣[ί τε καὶ ἵπποι
ἀ]φ̣ρ̣[αδί]ηι µεγάλως θυµὸν ἀκηχ̣έ̣[δατο·
20
φ]ά̣ντ̣ο̣ γ̣ὰρ ὑψίπ̣υλον Τρώων πόλιν̣ εἰσ[ἀναβαίνειν
αἶ]ψα· µ̣[ά]τ̣η̣ν̣ δ’ἐπάτεον Μυσίδα πυροφόρο̣[ν.
Ἡρακλ]έ̣η̣ς̣ δ’ ἤ̣ν̣τησ̣[ε] βοῶν ταλ̣[α]κάρδιον [υἱόν,
οὖ]ρον ἀ̣µ̣[εί]λ̣ι̣κ̣[τον] δηί̈ωι ἐν [πολ]έ̣µ̣[ωι
Τ]ήλεφον ὃς̣ Δ̣α̣ν̣α̣οῖσι κακὴν̣ [τ]ό̣[τε φύζαν ἐνόρσας
25
ἤ]ρ̣ειδ̣ε [πρό]µαχος̣, πατρὶ χαριζό̣µ̣[ενος
(...)