Passagem do 3º episódio. Dialeto ático, versos trímetros iâmbicos.
Edição: Diggle (1981, p. 225-6).
ΕΚΑΒΗ
ταῖς θεαῖσι
πρῶτα
σύμμαχος
γενήσομαι
970
καὶ
τήνδε δείξω μὴ
λέγουσαν
ἔνδικα.
ἐγὼ
γὰρ Ἥραν
παρθένον τε
Παλλάδα
οὐκ
ἐς τοσοῦτον
ἀμαθίας
ἐλθεῖν δοκῶ,
ὥσθ'
ἡ μὲν Ἄργος
βαρβάροις
ἀπημπόλα,
Παλλὰς
δ' Ἀθήνας Φρυξὶ
δουλεύειν ποτέ.
975
οὐ παιδιαῖσι καὶ
χλιδῆι μορφῆς
πέρι
ἦλθον
πρὸς Ἴδην· τοῦ
γὰρ οὕνεκ' ἂν
θεὰ
Ἥρα
τοσοῦτον ἔσχ'
ἔρωτα
καλλονῆς;
πότερον
ἀμείνον' ὡς
λάβηι Διὸς
πόσιν;
ἢ
γάμον Ἀθάνα
θεῶν τινος
θηρωμένη,
980
ἣ παρθένειαν πατρὸς ἐξηιτήσατο
φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
τὸ σὸν κακὸν κοσμοῦσα,
μὴ <οὐ> πείσηις σοφούς.
Κύπριν δ' ἔλεξας (ταῦτα γὰρ γέλως πολύς)
ἐλθεῖν ἐμῶι ξὺν παιδὶ Μενέλεω δόμους.
985
οὐκ ἂν μένουσ' ἂν ἥσυχός σ' ἐν οὐρανῶι
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
ὁ σὸς δ' ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·
τὰ μῶρα γὰρ πάντ' ἐστὶν Ἀφροδίτη βροτοῖς,
990
καὶ τοὔνομ' ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασιν
χρυσῶι τε λαμπρὸν ἐξεμαργώθης φρένας.
ἐν μὲν γὰρ Ἄργει σμίκρ' ἔχουσ' ἀνεστρέφου,
Σπάρτης δ' ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
995
χρυσῶι ῥέουσαν ἤλπισας κατακλύσειν
δαπάναισιν· οὐδ' ἦν
ἱκανά σοι τὰ Μενέλεω
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
εἶἑν· βίαι γὰρ παῖδα φήις <σ'> ἄγειν ἐμόν·
τίς Σπαρτιατῶν ἤισθετ'; ἢ ποίαν βοὴν
1000
ἀνωλόλυξας, Κάστορος νεανίου
τοῦ συζύγου τ' ἔτ' ὄντος, οὐ κατ' ἄστρα πω;
ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
κατ' ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία.