O diálogo entre Admeto e Héracles tem formato esticomítico, i.e., cada personagem declama um verso, configurando uma
'disputa argumentativa' (gr. ἀγών). Dialeto ático, edição de Diggle (1984).
ΗΕΡΑΚΛΗΣ
χαῖρ', ὦ Διὸς παῖ Περσέως τ' ἀφ' αἵματος.
ΑΔΜΗΤΟΣ
510
Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
Αδ.θέλοιμ' ἄν· εὔνουν δ' ὄντα σ' ἐξεπίσταμαι.
Ηρ.τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις;
Αδ.θάπτειν τιν' ἐν τῆιδ' ἡμέραι μέλλω νεκρόν.
Ηρ.ἀπ' οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
515
Αδ.ζῶσιν κατ' οἴκους παῖδες οὓς ἔφυσ' ἐγώ.
Ηρ.πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Αδ.κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ', Ἡράκλεις.
Ηρ.οὐ μὴν γυνή γ' ὄλωλεν Ἄλκηστις σέθεν;
Αδ.διπλοῦς ἐπ' αὐτῆι μῦθος ἔστι μοι λέγειν.
520
Ηρ.πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
Αδ.ἔστιν τε κοὐκέτ' ἔστιν, ἀλγύνει δέ με.
Ηρ.οὐδέν τι μᾶλλον οἶδ'· ἄσημα γὰρ λέγεις.
Αδ.οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ηρ.οἶδ', ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
525
Αδ.πῶς οὖν ἔτ' ἔστιν, εἴπερ ἤινεσεν τάδε;
Ηρ.ἆ, μὴ πρόκλαι' ἄκοιτιν, ἐς τότ' ἀμβαλοῦ.
Αδ.τέθνηχ' ὁ μέλλων κἀνθάδ' ὢν οὐκ ἔστ' ἔτι.
Ηρ.χωρὶς τό τ' εἶναι καὶ τὸ μὴ νομίζεται.
Αδ.σὺ τῆιδε κρίνεις, Ἡράκλεις, κείνηι δ' ἐγώ.
530
Ηρ.τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;
Αδ.γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
Ηρ.ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
Αδ.ὀθνεῖος, ἄλλως δ' ἦν ἀναγκαία δόμοις.
Ηρ.πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
535
Αδ.πατρὸς θανόντος ἐνθάδ' ὠρφανεύετο.
Ηρ.φεῦ.
536
εἴθ' ηὕρομέν σ', Ἄδμητε, μὴ λυπούμενον.
Αδ.ὡς δὴ τί δράσων τόνδ' ὑπορράπτεις λόγον;
Ηρ.ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Αδ.οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ' ἔλθοι κακόν.
540
Ηρ.λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
Αδ.τεθνᾶσιν οἱ θανόντες· ἀλλ' ἴθ' ἐς δόμους.
Ηρ.αἰσχρόν 〈γε〉 παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Αδ.χωρὶς ξενῶνές εἰσιν οἷ σ' ἐσάξομεν.
Ηρ.μέθες με καί σοι μυρίαν ἕξω χάριν.
545
Αδ.οὐκ ἔστιν ἄλλου σ' ἀνδρὸς ἑστίαν μολεῖν.
ἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους
ξενῶνας οἴξας τοῖς τ' ἐφεστῶσιν φράσον
σίτων παρεῖναι πλῆθος, εὖ δὲ κλήισατε
θύρας μεταύλους· οὐ πρέπει θοινωμένους
550
κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι
ξένους.