Bacchylides Lyricus 6

B. 6-452
tradução / grego antigo

Texto grego em versos, conforme a edição de Campbell (1992).
Dialeto dórico.

ΛΑΧΩΝΙ ΚΕΙΩΙ〈ΠΑΙΔΙ〉 ΣΤΑΔΙΕΙ ΟΛΥΜΠ[ΙΑ
Λάχων Διὸς μεγίστου
λάχε φέρτατον πόδεσσι
κῦδος ἐπ᾽ ᾽Αλφεοῦ προχοαῖς[⏑ – –
δι᾽ ὅσσα πάροιθεν
5
ἀμπελοτρόφον Κέον
ἄεισάν ποτ᾽ ᾽Ολυμπίαι
      πύξ τε καὶ στάδιον κρατεῦ[σαν
στεφάνοις ἐθείρας

νεανίαι βρύοντες.
10
σὲ δὲ νῦν ἀναξιμόλπου
Οὐρανίας ὕμνος ἕκατι Νίκ[ας,
᾽Αριστομένειον
ὦ ποδάνεμον τέκος,
γεραίρει προδόμοις ἀοι-
15
δαῖς, ὅτι στάδιον κρατήσας
Κέον εὐκλέϊξας.