Hesiodus Epicus / Theogonia 758-66
Poema em versos hexâmetros, baseado na edição de
Dialeto iônico.
ΘΕΟΓΟΝΙΑ
Ἔνθα δὲ Νυκτὸς
παῖδες
ἐρεμνῆς οἰκί'
ἔχουσιν,
Ὕπνος καὶ
Θάνατος,
δεινοὶ θεοί·
οὐδέ ποτ'
αὐτοὺς
Ἠέλιος φαέθων
ἐπιδέρκεται
ἀκτίνεσσιν
οὐρανὸν εἲς
ἀνιὼν οὐδ'
οὐρανόθεν
καταβαίνων.
τῶν δ' ἕτερος
γαῖάν τε καὶ
εὐρέα νῶτα
θαλάσσης
ἥσυχος
ἀνστρέφεται
καὶ μείλιχος
ἀνθρώποισι,
τοῦ δὲ σιδηρέη
μὲν κραδίη,
χάλκεον δέ οἱ
ἦτορ
νηλεὲς ἐν
στήθεσσιν·
ἔχει δ' ὃν πρῶτα
λάβηισιν
ἀνθρώπων·
ἐχθρὸς δὲ καὶ
ἀθανάτοισι
θεοῖσιν.