Aristoteles Philosophus / Poetica 1455a.35-1455b.23
Texto composto em prosa, em dialeto ático, da época em que se iniciou a transição para a κοινὴ διάλεκτος. A edição utilizada é a de Lucas (1968).
ΠΕΡΙ ΠΟΙΗΤΙΚΗΣ
1455a [30] (...)
τούς τε
λόγους καὶ
τοὺς
πεποιημένους
δεῖ 1455b [1]
καὶ αὐτὸν
ποιοῦντα
ἐκτίθεσθαι
καθόλου, εἶθ'
οὕτως
ἐπεισοδιοῦν
καὶ
παρατείνειν.
λέγω δὲ
οὕτως ἂν
θεωρεῖσθαι
τὸ καθόλου,
οἷον τῆς
Ἰφιγενείας:
τυθείσης
τινὸς κόρης
καὶ
ἀφανισθείσης
ἀδήλως
τοῖς θύσασιν,
ἱδρυνθείσης
δὲ εἰς ἄλλην
[5] χώραν, ἐν ᾗ
νόμος ἦν
τοὺς ξένους
θύειν τῇ θεῷ,
ταύτην ἔσχε
τὴν ἱερωσύνην:
χρόνῳ δὲ
ὕστερον τῷ
ἀδελφῷ
συνέβη
ἐλθεῖν τῆς
ἱερείας, τὸ
δὲ ὅτι
ἀνεῖλεν ὁ
θεὸς [διά τινα
αἰτίαν ἔξω
τοῦ καθόλου]
ἐλθεῖν
ἐκεῖ καὶ ἐφ'
ὅ τι δὲ ἔξω
τοῦ μύθου:
ἐλθὼν δὲ
καὶ ληφθεὶς
θύεσθαι
μέλλων
ἀνεγνώρισεν,
εἴθ' ὡς [10]
Εὐριπίδης
εἴθ' ὡς
Πολύιδος
ἐποίησεν,
κατὰ τὸ
εἰκὸς
εἰπὼν ὅτι
οὐκ ἄρα μόνον
τὴν ἀδελφὴν
ἀλλὰ καὶ
αὐτὸν ἔδει
τυθῆναι, καὶ
ἐντεῦθεν ἡ
σωτηρία. μετὰ
ταῦτα δὲ ἤδη
ὑποθέντα τὰ
ὀνόματα
ἐπεισοδιοῦν:
ὅπως δὲ
ἔσται
οἰκεῖα τὰ
ἐπεισόδια,
οἷον ἐν τῷ
Ὀρέστῃ ἡ
μανία δι' ἧς
ἐλήφθη καὶ ἡ
[15] σωτηρία διὰ
τῆς
καθάρσεως. ἐν
μὲν οὖν τοῖς
δράμασιν τὰ
ἐπεισόδια
σύντομα, ἡ δ'
ἐποποιία
τούτοις
μηκύνεται. τῆς
γὰρ
Ὀδυσσείας
οὐ μακρὸς ὁ
λόγος ἐστίν:
ἀποδημοῦντός
τινος ἔτη
πολλὰ καὶ
παραφυλαττομένου
ὑπὸ τοῦ
Ποσειδῶνος
καὶ μόνου
ὄντος, ἔτι δὲ
τῶν οἴκοι
οὕτως
ἐχόντων ὥστε
τὰ [20] χρήματα
ὑπὸ μνηστήρων
ἀναλίσκεσθαι
καὶ τὸν υἱὸν
ἐπιβουλεύεσθαι,
αὐτὸς δὲ
ἀφικνεῖται
χειμασθείς,
καὶ
ἀναγνωρίσας
τινὰς
ἐπιθέμενος
αὐτὸς μὲν
ἐσώθη τοὺς δ'
ἐχθροὺς [23]
διέφθειρε. τὸ
μὲν οὖν ἴδιον
τοῦτο, τὰ δ'
ἄλλα
ἐπεισόδια.