Plato Philosophus / Timaeus 21e-25d
Texto em prosa, baseado na edição de Burnet (1903). Dialeto ático.
[21e] “ἔστιν
τις κατ᾽
Αἴγυπτον,” ἦ δ᾽
ὅς, “ἐν τῷ Δέλτα,
περὶ ὃν κατὰ
κορυφὴν
σχίζεται τὸ τοῦ
Νείλου ῥεῦμα
Σαϊτικὸς
ἐπικαλούμενος
νομός, τούτου
δὲ τοῦ νομοῦ
μεγίστη πόλις
Σάις — ὅθεν δὴ
καὶ Ἄμασις ἦν ὁ
βασιλεύς (...). οἷ
δὴ Σόλων ἔφη
πορευθεὶς
σφόδρα τε
γενέσθαι παρ ᾽ αὐτοῖς
ἔντιμος, [22a] καὶ δὴ
καὶ τὰ παλαιὰ
ἀνερωτῶν ποτε
τοὺς μάλιστα
περὶ ταῦτα τῶν
ἱερέων
ἐμπείρους,
σχεδὸν οὔτε
αὑτὸν οὔτε
ἄλλον Ἕλληνα
οὐδένα οὐδὲν ὡς
ἔπος εἰπεῖν
εἰδότα περὶ τῶν
τοιούτων
ἀνευρεῖν. καί
ποτε
προαγαγεῖν
βουληθεὶς
αὐτοὺς περὶ τῶν
ἀρχαίων εἰς
λόγους, τῶν
τῇδε τὰ
ἀρχαιότατα
λέγειν
ἐπιχειρεῖν, περὶ
Φορωνέως τε
τοῦ πρώτου
λεχθέντος
καὶ Νιόβης, καὶ
μετὰ τὸν
κατακλυσμὸν
αὖ περὶ
Δευκαλίωνος
[22b] καὶ Πύρρας ὡς
διεγένοντο
μυθολογεῖν,
καὶ τοὺς ἐξ αὐτῶν
γενεαλογεῖν,
(...) [23d] τὸν οὖν ἱερέα
φάναι: ‘φθόνος
οὐδείς, ὦ Σόλων,
ἀλλὰ σοῦ τε
ἕνεκα ἐρῶ καὶ τῆς
πόλεως ὑμῶν,
μάλιστα δὲ τῆς
θεοῦ χάριν, ἣ τήν
τε ὑμετέραν καὶ
τήνδε ἔλαχεν
καὶ ἔθρεψεν
καὶ
ἐπαίδευσεν,
προτέραν μὲν τὴν
παρ᾽ [23e] ὑμῖν ἔτεσιν
χιλίοις, ἐκ Γῆς
τε καὶ
Ἡφαίστου τὸ
σπέρμα
παραλαβοῦσα
ὑμῶν, τήνδε δὲ
ὑστέραν. τῆς δὲ
ἐνθάδε
διακοσμήσεως
παρ᾽ ἡμῖν ἐν τοῖς
ἱεροῖς
γράμμασιν
ὀκτακισχιλίων
ἐτῶν ἀριθμὸς
γέγραπται. (...) [24e]
(...) λέγει γὰρ τὰ
γεγραμμένα
ὅσην ἡ πόλις ὑμῶν
ἔπαυσέν ποτε
δύναμιν ὕβρει
πορευομένην
ἅμα ἐπὶ πᾶσαν
Εὐρώπην καὶ Ἀσίαν,
ἔξωθεν
ὁρμηθεῖσαν ἐκ
τοῦ Ἀτλαντικοῦ
πελάγους.
τότε γὰρ
πορεύσιμον ἦν τὸ
ἐκεῖ πέλαγος:
νῆσον γὰρ πρὸ τοῦ
στόματος
εἶχεν ὃ
καλεῖτε, ὥς
φατε, ὑμεῖς
Ἡρακλέους
στήλας, ἡ δὲ
νῆσος ἅμα
Λιβύης ἦν καὶ
Ἀσίας μείζων, (...)
[25a] ἐν δὲ δὴ τῇ
Ἀτλαντίδι νήσῳ
ταύτῃ μεγάλη
συνέστη καὶ
θαυμαστὴ
δύναμις
βασιλέων,
κρατοῦσα μὲν
ἁπάσης τῆς
νήσου, πολλῶν
δὲ ἄλλων νήσων
καὶ μερῶν τῆς
ἠπείρου: (...) [25b] αὕτη
δὴ πᾶσα
συναθροισθεῖσα
εἰς ἓν ἡ δύναμις
τόν τε παρ᾽ ὑμῖν καὶ
τὸν παρ᾽ ἡμῖν καὶ τὸν
ἐντὸς τοῦ
στόματος πάντα
τόπον μιᾷ ποτὲ
ἐπεχείρησεν ὁρμῇ
δουλοῦσθαι.
(...) [25c] (...) ὑστέρῳ δὲ χρόνῳ
σεισμῶν
ἐξαισίων καὶ
κατακλυσμῶν
γενομένων, μιᾶς
[25d] ἡμέρας καὶ
νυκτὸς
χαλεπῆς
ἐπελθούσης, τό
τε παρ᾽ ὑμῖν
μάχιμον πᾶν ἁθρόον
ἔδυ κατὰ γῆς, ἥ
τε Ἀτλαντὶς
νῆσος ὡσαύτως
κατὰ τῆς
θαλάττης δῦσα
ἠφανίσθη: ” (...)