Texto em versos, baseado na edição de Hall e Geldart (1907).
Dialeto ático.
ΑΙΣΧΥΛΟΣ
σκέψαι τοίνυν
οἵους αὐτοὺς
παρ᾽ ἐμοῦ
παρεδέξατο
πρῶτον,
εἰ γενναίους
καὶ
τετραπήχεις,
καὶ μὴ
διαδρασιπολίτας,
1015
μηδ᾽
ἀγοραίους
μηδὲ
κοβάλους
ὥσπερ νῦν μηδὲ
πανούργους,
ἀλλὰ πνέοντας
δόρυ καὶ
λόγχας καὶ
λευκολόφους
τρυφαλείας
καὶ πήληκας
καὶ κνημῖδας
καὶ θυμοὺς
ἑπταβοείους.
(...)
1026
εἶτα
διδάξας
Πέρσας μετὰ
τοῦτ᾽ ἐπιθυμεῖν
ἐξεδίδαξα
νικᾶν ἀεὶ τοὺς
ἀντιπάλους,
κοσμήσας
ἔργον ἄριστον.
(...)
1030
ταῦτα γὰρ
ἄνδρας χρὴ
ποιητὰς ἀσκεῖν.
σκέψαι γὰρ ἀπ᾽
ἀρχῆς
ὡς ὠφέλιμοι τῶν
ποιητῶν οἱ
γενναῖοι
γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ
τελετάς θ᾽ ἡμῖν
κατέδειξε
φόνων τ᾽
ἀπέχεσθαι,
Μουσαῖος δ᾽
ἐξακέσεις τε
νόσων καὶ
χρησμούς,
Ἡσίοδος δὲ
γῆς ἐργασίας,
καρπῶν ὥρας,
ἀρότους: ὁ δὲ
θεῖος Ὅμηρος
1035
ἀπὸ τοῦ τιμὴν καὶ
κλέος ἔσχεν
πλὴν τοῦδ᾽ ὅτι
χρήστ᾽ ἐδίδαξεν,
τάξεις ἀρετὰς
ὁπλίσεις ἀνδρῶν;