Ptolemaeus Mathematicus / Geographia 2.1.1-6
Texto em prosa, baseado na edição de Müller (1883).
Dialeto comum.
1. Τὰ μὲν οὖν καθόλου λαμβανόμενα περὶ γεωγραφίας καὶ τίς ἂν γένοιτο διόρθωσις τῆς καταγραφῆς ἀκολούθως τῆι μέχρι δεῦρο ἱστορίᾳ τῶν ἐγνωσμένων μερῶν τῆς γῆς, τουτέστι τῆς καθ' ἡμᾶς οἰκουμένης, ἔν τε τῆι συμμετρίᾳ τῶν τόπων πρὸς ἀλλήλους καὶ τῆι τοῦ σχήματος ὡς μάλιστα ἐνῆν ὁμοιότητι καὶ τῷ τρόπῳ τῆς καταγραφῆς, μέχρι τοσούτων ἡμῖν ὑποτετυπώσθω.
2. Ἀρξόμεθα δ' ἐντεῦθεν τῆς κατὰ μέρος ὑφηγήσεως ἐκεῖνο προλαβόντες, ὅτι τὰς μὲν τῶν τετριμμένων τόπων μοιρογραφίας μήκους τε καὶ πλάτους ἐγγυτάτω τῆς ἀληθείας ἔχειν νομιστέον διὰ τὸ συνεχὲς καὶ ὡς ἐπίπαν ὁμολογούμενον· τῶν παραδόσεων· τὰς δὲ τῶν μὴ τοῦτον τὸν τρόπον ἐφοδευθέντων, ἕνεκεν τοῦ σπανίου καὶ ἀδιαβεβαιώτου τῆς ἱστορίας ὁλοσχερέστερον ἐπιλελογίσθαι κατὰ συνεγγισμὸν τῶν πρὸς τὸ ἀξιοπιστότερον εἰλημμένων θέσεων ἢ σχηματισμῶν, ἵνα μηδὲν ἡμῖν τῶν ἐνταχθησομένων εἰς συμπλήρωσιν τῆς ὅλης οἰκουμένης ἀόριστον ἔχηι τὸν τόπον.
3. Διὸ καὶ τὰς παραθέσεις τῶν μοιρῶν ἐφ' ἑκάστου τοῖς ἐκτὸς μέρεσι τῶν σελιδίων παρεθήκαμεν κανονίων τρόπον, προτάσσοντες μέντοι τὰς τοῦ μήκους τῶν τοῦ πλάτους, ὅπως, ἐάν τινες ἐμπίπτωσι διορθώσεις ἀπὸ τῆς πλείονος ἱστορίας, ἐνῆι ἐν τοῖς ἐχομένοις διαλείμμασι τῶν σελιδίων ποιεῖσθαι τὰς παραθέσεις αὐτῶν.
4. Προειλόμεθα δὲ τάξιν τοῦ περὶ τὴν καταγραφὴν εὐχρήστου πανταχῆ ποιούμενοι πρόνοιαν, τουτέστι καθ' ἢν ἐπὶ δεξιὰ ποιησόμεθα τὰς μεταβάσεις, ἀπὸ τῶν ἤδη κατατεταγμένων ἐπὶ τὰ μηδέπω τῆς χειρὸς ἐκλαμβανομένης. Τοῦτο δὲ γένοιτ' ἂν, εἰ γράφοιτο τά τε βορειότερα πρότερα τῶν νοτιωτέρων καὶ τὰ δυσμικώτερα τῶν ἀπηλιωτικωτέρων, ὅτι πρὸς τὰς τῶν ἐγγραφόντων ἢ ἐντυγχανόντων ὄψεις ἄνω μὲν ἡμῖν ὑπόκειται τὰ βορειότερα, δεξιὰ δὲ τὰ ἀπηλιωτικώτερα τῆς οἰκουμένης ἐπί τε τῆς σφαίρας καὶ τοῦ πίνακος.
5. Διόπερ τὰ μὲν κατὰ τὴν Εὐρώπην προτάξομεν, χωρίζοντες αὐτὴν καὶ ἡμεῖς πρὸς μὲν τὴν Λιβύην τῷ Ἡρακλείῳ πορθμῷ, πρὸς δὲ τὴν Ἀσίαν μετὰ τὰ μεταξὺ πελάγη καὶ τὴν Μαιῶτιν λίμνην τῷ τε Τανάιδι ποταμῷ καὶ τῷ ἀπὸ τούτου πρὸς τὴν ἄγνωστον γῆν μεσημβρινῷ· τούτοις δ' ἐφεξῆς τὰ κατὰ τὴν Λιβύην, χωρίζοντες καὶ ταύτην ἀπὸ τῆς Ἀσίας, μετὰ τὰς θαλάσσας τὰς ἀπὸ τοῦ περὶ τὸ Πράσον ἀκρωτήριον τῆς Αἰθιοπίας μέχρι τοῦ Ἀραβίου κόλπου, τῷ ἀπὸ τοῦ καθ' Ἡρῴων πόλιν μυχοῦ μέχρι τῆς καθ' ἡμᾶς θαλάσσης ἰσθμῷ διορίζοντι τὴν Αἴγυπτον ἀπὸ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας, ἵνα τε μὴ διασπῶμεν τὴν Αἴγυπτον τῷ Νείλῳ ποιούμενοι τὸν μερισμὸν, καὶ ὅτι βέλτιον πελάγεσιν, ὅταν ἐνῆι, καὶ μὴ ποταμοῖς χωρίζειν τὰς ἠπείρους·
6. τελευταῖα δὲ τὰ κατὰ τὴν Ἀσίαν ὑπογράψομεν τῆς αὐτῆς ἐχόμενοι προθέσεως καὶ καθ' ἑκάστην τῶν ἠπείρων ἐπὶ τῶν μερῶν αὐτῆς πρὸς ὅλην τὴν γῆν καὶ πρὸς τὴν σύμπασαν οἰκουμένην ἐπ' αὐτῶν, τουτέστι πάλιν τὰς βορειοτέρας καὶ δυσμικωτέρας προαπογραφόμενοι τῶν χωρῶν καὶ τῶν παρακειμένων αὐταῖς θαλασσῶν καὶ νήσων μετὰ τῶν καθ' ἕκαστον εἶδος ἀξιολογωτέρων.