Aeschylus Tragicus / Choephori 519-552
Texto em versos, de acordo com a edição de Garvie (1986). Dialeto ático antigo.
ΟΡΕΣΤΗΣ
τὰ δῶρα
μείω δ' ἐστὶ τῆς
ἁμαρτίας·
520
τὰ
πάντα γάρ τις
ἐκχέας ἀνθ'
αἵματος
ἑνός,
μάτην ὁ μόχθος· ὧδ'
ἔχει λόγος.
θέλοντι
δ', εἴπερ οἶσθ',
ἐμοὶ φράσον τάδε.
ΧΟΡΟΣ
οἶδ',
ὦ τέκνον, παρῆ γάρ·
ἔκ τ' ὀνειράτων
καὶ
νυκτιπλάγκτων
δειμάτων
πεπαλμένη
525
χοὰς
ἔπεμψε τάσδε
δύσθεος
γυνή.
Ορ. ἦ
καὶ πέπυσθε
τοὔναρ, ὥστ'
ὀρθῶς φράσαι;
Χο. τεκεῖν
δράκοντ'
ἔδοξεν, ὡς
αὐτὴ λέγει.
Ορ. καὶ
ποῖ τελευτᾶι
καὶ
καρανοῦται
λόγος;
Χο. ἐν
σπαργάνοισι
παιδὸς ὁρμίσαι
δίκην.
530
Ορ. τίνος
βορᾶς
χρήιζοντα,
νεογενὲς
δάκος;
Χο. αὐτὴ
προσέσχε μαζὸν
ἐν τὠνείρατι.
Ορ. καὶ
πῶς ἄτρωτον
οὖθαρ ἦν ὑπὸ
στύγους;
Χο. ὥστ'
ἐν γάλακτι
θρόμβον
αἵματος
σπάσαι.
Ορ. οὔτοι
μάταιον ἂν τόδ'
ὄψανον
πέλοι.
535
Χο. ἡ δ' ἐξ ὕπνου
κέκλαγγεν
ἐπτοημένη,
πολλοὶ
δ' ἀνῆιθοντ'
ἐκτυφλωθέντες
σκότωι,
λαμπτῆρες
ἐν δόμοισι
δεσποίνης
χάριν.
πέμπει
δ' ἔπειτα τάσδε
κηδείους
χοάς,
ἄκος
τομαῖον
ἐλπίσασα
πημάτων.
540
Ορ. ἀλλ'
εὔχομαι γῆι
τῆιδε
καὶ πατρὸς τάφωι
τοὔνειρον
εἶναι τοῦτ' ἐμοὶ
τελεσφόρον.
κρίνω
δέ τοί νιν ὥστε
συγκόλλως
ἔχειν.
εἰ
γὰρ
τὸν αὐτὸν χῶρον
ἐκλιπὼν ἐμοὶ
οὕφις † επᾶσα σπαργάνηπλείζετο †
545
καὶ
μαστὸν ἀμφέχασκ'
ἐμὸν θρεπτήριον
θρόμβωι
τ' ἔμειξεν
αἵματος φίλον
γάλα,
ἡ δ'
ἀμφὶ τάρβει τῶιδ'
ἐπώιμωξεν πάθει,
δεῖ
τοί νιν, ὡς
ἔθρεψεν
ἔκπαγλον
τέρας,
θανεῖν
βιαίως·
ἐκδρακοντωθεὶς
δ' ἐγὼ
550
κτείνω
νιν, ὡς
τοὔνειρον
ἐννέπει τόδε.
Χο. τερασκόπον
δὴ τῶνδέ σ'
αἱροῦμαι πέρι·