Archilochus Lyricus / Fragmenta selecta

Archil.
tradução / grego antigo

Texto em versos líricos, baseado na edição de West, 1971. Dialeto iônico.

F 1
εἰμὶ δ' ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος     καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
F 2
ἔν δορὶ μέν μοι μᾶζα μεμαγμέμη, ἐν δορὶ δ' οἶνος     Ἰσμαρικός; πίνω δ' ἐν δορὶ κεκλιμένος.
F 126
ἓν δ' ἐπίσταμαι μέγα, τὸν κακῶς 〈μ'〉 ἔρδοντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς.
F 5
ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι     ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· αὐτὸν δ' ἐξεσάωσα· τί μοι μέλει ἀσπὶς ἐκείνη;     ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω·