Philolaus Philosophus / Fragmenta
Texto em prosa, baseado na edição de Kirk et al. (1994). Dialeto ático.
Fragmenta
καὶ πάντα γα μὰν τὰ γιγνωσκόμενα ἀριθμὸν ἔχοντι· οὐ γὰρ οἷόν τε οὐδὲν οὔτε νοηθῆμεν οὔτε γνωσθῆμεν ἄνευ τούτου.
ἁ φύσις δ' ἐν τῶι κόσμωι ἁρμόχθη ἐξ ἀπείρων τε καὶ
περαινόντων, καὶ ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῶι πάντα.