Aeschylus Tragicus / Prometheus Vinctus 1016-25 et 1043-53

Aesch. Pr. 1016-25 et 1043-53-462 / -459
tradução / grego antigo

Dois trechos do Êxodo da tragédia, baseados na edição de Mazon (1921). Primeiro trecho (1016-25), trímetros; segundo trecho (1043-53), anapestos. Dialeto ático antigo.

1016-25

ΕΡΜΗΣ  (...) πρῶτα μὲν γὰρ ὀκρίδα  φάραγγα βροντῆι καὶ κεραυνίαι φλογὶ  πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας  τὸ σόν, πετραία δ' ἀγκάλη σε βαστάσει. 1020  Μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου  ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί  πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως  διαρταμήσει σώματος μέγα ῥάκος,  ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, 1025  κελαινόβρωτον δ' ἧπαρ ἐκθοινήσεται.

1043-53

ΠΡΟΜΗΘΕΥΣ πρὸς ταῦτ' ἐπ' ἐμοὶ ῥιπτέσθω μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ' 1045 ἐρεθιζέσθω βροντῆι σφακέλωι τ' ἀγρίων ἀνέμων· χθόνα δ' ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίωι συγχώσειεν τῶν οὐρανίων 1050 ἄστρων διόδους· εἴς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις· πάντως ἐμέ γ' οὐ θανατώσει.