literatura130 palavras
Euripides Tragicus / Ion 813-27
Passagem do 3º episódio em versos trímetros iâmbicos, dialeto ático. Edição: Diggle (1981, p.
ΠΡΕΣΒΥΤΗΣ
ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν
815
ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
λάθραι πέφηνεν· ὡς λάθραι δ’, ἐγὼ φράσω.
ἐπεί σ’ ἄτεκνον ἤισθετ’, οὐκ ἔστεργέ σοι
ὅμοιος εἶναι τῆς τύχης τ’ ἴσον φέρειν,
λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθραι
820
τὸν παῖδ’ ἔφυσεν, ἐξενωμένον δέ τωι
Δελφῶν δίδωσιν ἐκτρέφειν. ὁ δ’ ἐν θεοῦ
δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
νεανίαν δ’ ὡς ἤισθετ’ ἐκτεθραμμένον,
ἐλθεῖν σ’ ἔπεισε δεῦρ’ ἀπαιδίας χάριν.
825
κἆιθ’ ὁ θεὸς οὐκ ἐψεύσαθ’, ὅδε δ’ ἐψεύσατο
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
τοιάσδ’· (...)