Versos líricos de Simônides de Ceos; não foi possível identificar o metro (talvez primariamente coliâmbico).
A linguagem é épica, com algumas palavras dórias.
Edição: Campbell (1991); ver também Annis (2006) nos links externos.
ὅτε λάρνακι
ἐν δαιδαλέᾳ
ἄνεµός τε µιν πνέων
κινηθεῖσά τε λίµνα δείµατι
5
ἒρειπεν, οὔτ' ἀδιάντοισι παρειαῖς
ἀµφί τε. Περσέι βάλλε φίλαν χέρα
εἶπέν τ’· ὦ τέκος, οἷον ἔχω πόνον·
σὺ δ' ἀωτεῖς, γαλαθηνῷ
δ' ἤτορι κνοώσσεις
10
ἐν ἀτερπέι δούρατι χαλκεογόµφῳ
νυκτὶ 〈τ’ ἀ〉λαµπέι
κυανέῳ τε δνόφῳ σταλείς·
ἅχναν δ' ὕπερθε τεᾶν κοµᾶν
βαθεῖαν παριόντος
15
κύµατος οὐκ ἀλέγεις, οὐδ' ἀνέµου
φθόγγον, πορφυρέᾳ
κείµενος ἐν χλανίδι, πρὸσωπον καλὸν.
εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν,
καί κεν ἐµῶν ῥηµάτων
20
λεπτὸν ὑπεῖχες οὖας.
κέλοµαι 〈δ’〉· εὗδε βρέφος,
εὑδέτω δὲ πόντος, εὑδέτω 〈δ’〉 ἄµετρον κακόν·
µεταβουλία δέ τις φανείη,
Ζεῦ πάτερ, ἐκ σέο·
25
ὅττι δὴ θαρσαλέον ἔπος εὔχοµαι
ἢ νόσφι δίκας,
σύγγνωθί µοι.