Bacchylides Lyricus 18

B. 18.1-30 -460 / -444
tradução / grego antigo

Texto grego em versos do dialeto dórico, conforme a edição de Campbell (1992). Note-se que para a tradução em seu artigo, Flores (2006) recorreu à edição de Maehler (2004).

ΘΗΣΕΥΣ [ΑΘΗΝΑΙΟΙΣ]
〈Χορός〉
Βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
      τῶν ἁβροβιών ἄναξ Ἰώνων,
τί νέον ἔκλαγε χαλκοκώδων
      σάλπιγξ πολεμηΐαν ἀοιδάν;
5
ἦ τις ἁμετέρας χθονὸς
      δυσμενὴς ὅρι' ἀμφιβάλλει
      στραταγέτας ἀνήρ;
ἢ ληισταὶ κακομάχανοι
ποιμένων ἀέκατι μήλων
10
      σεύοντ' ἀγέλας βίαι;
ἢ τί τοι κραδίαν ἀμύσσει;
      φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν
ἀλκίμων ἐπικουρίαν
      καὶ τὶν ἔμμεναι νέων,
15
ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.

〈Αἰγεύς〉
ν̣έον ἦλθε〈ν〉 δολιχὰν ἀμείψας
      κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·
ἄφατα δ' ἔργα λέγει κραταιοῦ
      φωτός· τὸν ὑπέρβιόν τ' ἔπεφνεν
20
Σίνιν, ὃς ἰσχύϊ φέρτατος
      θνατῶν ἦν, Κρονίδα Λυταίου
      σεισίχθονος τέκος·
σῦν τ' ἀνδροκτόνον ἐν νάπαις
Κρεμ〈μ〉υῶνος ἀτάσθαλόν τε
25
      Σκίρωνα κατέκτανεν·
τάν τε Κερκυόνος παλαίστραν
      ἔσχεν, Πολυπήμονός τε καρτερὰν
σφῦραν ἐξέβαλλεν Προκό-
      πτας, ἀρείονος τυχὼν
30
φωτός. ταῦτα δέδοιχ' ὅπαι τελεῖται.