Xenophon Historicus / Oeconomicus 7.14-17 et 30

X. Oec. 7.14-7; 30 -390 / -371
tradução / grego antigo

Passagem em prosa, dialeto ático, conforme texto editado por Chantraine (1949).

Ἀπεκρίνατο δέ μοι, ὦ Σώκρατες, πρὸς ταῦτα ἡ γυνή· Τί δ' ἂν ἐγώ σοι, ἔφη, δυναίμην συμπρᾶξαι; Τίς δὲ ἡ ἐμὴ δύναμις; ἀλλ' ἐν σοὶ πάντα ἐστίν· ἐμὸν δ' ἔφησεν ἡ μήτηρ ἔργον εἶναι σωφρονεῖν. Ναὶ μὰ Δί', ἔφην ἐγώ, ὦ γύναι, καὶ γὰρ ἐμοὶ ὁ πατήρ. ἀλλὰ σωφρόνων τοί ἐστι καὶ ἀνδρὸς καὶ γυναικὸς οὕτω ποιεῖν, ὅπως τά τε ὄντα ὡς βέλτιστα ἕξει καὶ ἄλλα ὅτι πλεῖστα ἐκ τοῦ καλοῦ τε καὶ δικαίου προσγενήσεται. Καὶ τί δή, ἔφη, ὁρᾶις, ἡ γυνή, ὅ τι ἂν ἐγὼ ποιοῦσα συναύξοιμι τὸν οἶκον; Ναὶ μὰ Δί', ἔφην ἐγώ, ἅ τε οἱ θεοὶ ἔφυσάν σε δύνασθαι καὶ ὁ νόμος συνεπαινεῖ, ταῦτα πειρῶ ὡς βέλτιστα ποιεῖν. Καὶ τί δὴ ταῦτ' ἐστιν; ἔφη ἐκείνη.
(...)
Συνεπαινεῖ δέ, ἔφη φάναι, καὶ ὁ νόμος αὐτά, συζευγνὺς ἄνδρα καὶ γυναῖκα. Καὶ κοινωνοὺς ὥσπερ τῶν τέκνων ὁ θεὸς ἐποίησεν, οὕτω καὶ ὁ νόμος τοῦ οἴκου κοινωνοὺς καθίστησι. Καὶ καλὰ δὲ εἶναι ὁ νόμος ἀποδείκνυσιν ἃ καὶ ὁ θεὸς ἔφυσεν ἑκάτερον μᾶλλον δύνασθαι. Τῆι μὲν γὰρ γυναικὶ κάλλιον ἔνδον μένειν ἢ θυραυλεῖν, τῶι δὲ ἀνδρὶ αἴσχιον ἔνδον μένειν ἢ τῶν ἔξω ἐπιμελεῖσθαι.