Pindarus Lyricus / Pythia 7

Pi. P. 7-486
tradução / grego antigo

Texto em versos, baseado na edição de Puech (1922). Dialeto dórico.

ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙΩΙ ΤΕΘΡΙΠΠΩΙ

Κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
προοίμιον Ἀλκμανιδᾶν
εὐρυσθενεῖ γενεᾶι
κρηπῖδ' ἀοιδᾶν
ἵπποισι βαλέσθαι.
ἐπεὶ τίνα πάτραν, τίνα οἶ-
κον ναίων ὀνυμάξεαι
ἐπιφανέστερον
Ἑλλάδι πυθέσθαι;

Πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ
Ἐρεχθέος ἀστῶν, Ἄπολ-
λον, οἳ τεόν γε δόμον
Πυθῶνι δίαι
θαητὸν ἔτευξαν.
Ἄγοντι δέ με πέντε μὲν Ἰσθ-
μοῖ νῖκαι, μία δ' ἐκπρεπής
Διὸς Ὀλυμπιάς,
δύο δ' ἀπὸ Κίρρας,

ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.
Νέαι δ' εὐπραγίαι
χαίρω τι· τὸ δ' ἄχνυμαι,
φθόνον ἀμειβόμενον
τὰ καλὰ ἔργα. Φαντί γε μάν
οὕτω κεν ἀνδρὶ παρμονίμαν
θάλλοισαν εὐδαιμονίαν
τὰ καὶ τὰ φέρεσθαι.