Hippocrates Medicus / De decente habitu 2,5,9 et 14
Texto em prosa, conforme edição de Jones (1923).
Dialeto iônico.
2. Πᾶσαι γὰρ αἱ μὴ μετ' αἰσχροκερδείης καὶ ἀσχημοσύνης καλαί, ἧισι μέθοδός τις ἐοῦσα τεχνικὴ ἐγάζεται· (...)
5. (...) καὶ γὰρ ἔνι τὰ πρὸς σοφίην ἐν ἰητρικῆι πάντα, ἀφιλαργυρίη, ἐντροπή, ἐρυθτρίησις, καταστολή, δόξα, κρίσις, ἡσυχίη, ἀπάντησις, καθαριότης, γνωμολογίη, εἴδησις τῶν πρὸς βίον χρηστῶν καὶ ἀναγκαίων, καθάρσιος ἀπεμπόλησις, ἀδεισιδαιμονίη, (...)
9. Ἔστω δέ σοι εὐμνημόνευτα φαρμακά τε καὶ δυνάμιες ἁπλαῖ καὶ ἀναγεγραμμέναι, εἴπερ ἄρα ἐστὶν ἑν νόωι καὶ τὰ περὶ νούσων ἰήσιος, καὶ οἱ τούτων τρόποι, καὶ ὁσαχῶς καὶ ὃν τρόπον περὶ ἑκάστων ἔχουσιν· αὕτη γὰρ ἀρχὴ ἐν ἰητρικῆι καὶ μέσα καὶ τέλος.
14. Ἐπιτηρεῖν δὲ χρὴ καὶ τὰς ἁμαρτίας τῶν καμνόντων, δι' ὧν πολλάκις διεψεύσαντο ἐν τοῖσι προσάρμασι τῶν προσφερομένων· ἐπεὶ τὰ μισητὰ ποτήματα οὐ λαμβάνοντες, ἢ φαρμακευόμενοι ἢ θεραπευόμενοι, ἀνηιρέθησαν· καὶ αὐτῶν μὲν οὐ πρὸς ὁμολογίην τρέπεται τὸ ποιηθέν, τῶι δὲ ἰητρῶι τὴν αἰτίην προσῆψαν.