Heraclitus Philosophus / Fragmenta et testimonia
Texto em prosa, baseado na edição de Kirk et al. (1994). Dialeto jônico.
Fragmenta
ἐδιζησάμην ἐμεωυτόν.
φύσις κρύπτεσθαι φιλεῖ.
οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῶι ξυμφέρεται· παλίντονος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης.
ταὐτό τ' ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.
πυρός τε ἀνταμοιβὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ κρημάτων χρυσός.
Testimonium
λέγει που ηεράκλειτος ὅτι πάντα χωρεῖ καὶ οὐδὲν μένει, καὶ ποταμοῦ ῥοῆι ἀπεικάζων τὰ ὄντα λέγει ὡς δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.