Epigramas em dísticos elegíacos, baseados no texto grego compilado por Paes (1995). Dialetos variados.
Καρτερὸς ἐν
πολέμοις
Τιμόκριτος, οὗ
τόδε σᾶμα·
Ἄρες δ` οὐκ
ἀγαθῶν
φείδεται, ἀλλὰ
κακῶν.
[Ἀνακρεόντος], AP. 7.160
Ἡ σοβαρὸν γελάσασα καθ' Ἑλλάδος, ἥ ποτ' ἐραστῶν
ἑσμὸν ἐπὶ προθύροις Λαΐσ' ἔχουσα νέων,
τὴι Παφίηι τὸ κάτοπτρον· ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
οὐκ ἐθέλω, οἵη δ' ἦν πάρος δύναμαι.
[Πλατώνος ], AP. 6.1
Ἐννέα τὰς Μούσας
φασίν τινες· ὡς
ὀλιγώρως·
ἠνίδε καὶ
Σαπφὼ
Λεσβόθεν ἡ
δεκάτη.
AP. 9.506
Ἄνθρωπ', οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς
χερνήτεω μικρὸς τύμβος, ἐμοὶ δ' ἰκανός.
[Σιμωνίδος], AP. 7.507a