literatura120 palavras
Aesopus Fabularum Scriptor / Fabula 95
Texto em prosa da coletânea de Loyaza (1995), baseada nas edições de Perry (1952) e de Chambry (1927). Dialeto ático.
95. Ἀνὴρ καὶ γυνὴ ἀργαλέα
Ἔχων τις γυναῖκα πρὸς πάντα λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρωίους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς ἐπυνθάνετο πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. Τῆς δὲ εἰπούσης· Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,
ἔφη πρὸς αὐτήν· Ἀλλ', ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι,
τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες;
Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.