Aesopus / Fabula 155
Texto em prosa da coletânea de Loyaza (1995), baseada nas edições de Perry (1952) e de Chambry (1927). Dialeto ático.
155. Λύκος καὶ ἀρήν
Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἐβουλήθη ἀπό τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ἠιτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα. Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος
ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.
Εἰπόντος δὲ ἐκείνου μηδέπω τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· Ἐὰν σὺ ἀπολογιῶν εὐπορῆις, ἐγώ σε οὐ κατέδομαι;
.
Ὁ λόγος δηλοῖ ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ' αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.