Euripides Tragicus / Hercules (Furens) 548-75
Texto em versos, dialeto ático, baseado na edição de Diggle (1981). Dialeto ático.
ΗΡΑΚΛΗΣ
κόσμος δὲ
παίδων τίς ὅδε
νερτέροις
πρέπων;
ΜΕΓΑΡΑ
θανάτου τάδ'
ἤδη περιβόλαι'
ἐνήμμεθα.
550
Ηρ. καὶ
πρὸς βίαν
ἐθνήισκετ'; ὦ
τλήμων ἐγώ.
Με. φίλων <γ'>
ἔρημοι· σὲ δὲ
θανόντ'
ἠκούομεν.
Ηρ. πόθεν δ' ἐς
ὑμᾶς ἥδ' ἐσῆλθ'
ἀθυμία;
Με. Εὐρυσθέως
κήρυκες
ἤγγελλον
τάδε.
Ηρ. τί δ'
ἐξελείπετ'
οἶκον ἑστίαν
τ' ἐμήν;
555
Με. βίαι, πατὴρ
μὲν ἐκπεσὼν
στρωτοῦ
λέχους
Ηρ. κοὐκ ἔσχεν
αἰδῶ τὸν
γέροντ'
ἀτιμάσαι;
Με. αἰδώς;
ἀποικεῖ
τῆσδε τῆς
θεοῦ πρόσω.
Ηρ. οὕτω δ'
ἀπόντες
ἐσπανίζομεν
φίλων;
Με. φίλοι γάρ
εἰσιν ἀνδρὶ
δυστυχεῖ
τίνες;
560
Ηρ. μάχας δὲ
Μινυῶν ἃς
ἔτλην
ἀπέπτυσαν;
Με. ἄφιλον, ἵν'
αὖθίς σοι
λέγω, τὸ
δυστυχές.
Ηρ. οὐ ῥίψεθ'
Ἅιδου τάσδε
περιβολὰς
κόμης
καὶ φῶς
ἀναβλέψεσθε,
τοῦ κάτω
σκότου
φίλας
ἀμοιβὰς
ὄμμασιν
δεδορκότες;
565
ἐγὼ δέ, νῦν γὰρ
τῆς ἐμῆς
ἔργον χερός,
πρῶτον μὲν
εἶμι καὶ
κατασκάψω
δόμους
καινῶν
τυράννων,
κρᾶτα δ'
ἀνόσιον
τεμὼν
ῥίψω κυνῶν
ἕλκημα·
Καδμείων δ'
ὅσους
κακοὺς
ἐφηῦρον εὖ
παθόντας ἐξ
ἐμοῦ
570
τῶι
καλλινίκωι
τῶιδ' ὅπλωι
χειρώσομαι,
τοὺς δὲ
πτερωτοῖς
διαφορῶν
τοξεύμασιν
νεκρῶν ἅπαντ'
Ἰσμηνὸν
ἐμπλήσω
φόνου,
Δίρκης τε
νᾶμα λευκὸν
αἱμαχθήσεται.
τῶι γάρ μ'
ἀμύνειν
μᾶλλον ἢ
δάμαρτι χρὴ
575
καὶ παισὶ καὶ
γέροντι;
χαιρόντων
πόνοι·