Hipponax Iambographus / Fragmenta
Versos líricos, baseados no texto grego editado por West (1971).
Dialeto iônico.
F 36
Ἐμοὶ δὲ Πλοῦτος – ἔστι γὰρ λίην τυφλός –
ἐς τὠικί' ἐλθὼν οὐδάμ' εἶπεν' " Ἰππῶναξ,
δίδωμί τοι μνέας ἀργύρου τριήκοντα
χαὶ πόλλ' ἔτ' ἄλλα " δείλαιος γὰρ τὰς φρένας.
F 68
δύ' ἡμέρ⌋αι γυναικός εἰσιν ἥδισται,
ὅταν γαμῆι τις⌋ κ⌊ἀ⌋κφέρηι τεθνηκυῖαν.