ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ
σοὶ δ᾽ ἐγὼ ἐσθλὰ
νοέων ἐρέω, μέγα
νήπιε Πέρση.
τὴν μέν τοι
κακότητα καὶ
ἰλαδὸν ἔστιν
ἑλέσθαι
ῥηιδίως: λείη μὲν
ὁδός, μάλα δ᾽
ἐγγύθι ναίει:
τῆς δ᾽ ἀρετῆς
ἱδρῶτα θεοὶ
προπάροιθεν
ἔθηκαν
290
ἀθάνατοι:
μακρὸς δὲ καὶ
ὄρθιος οἶμος
ἐς αὐτὴν
καὶ τρηχὺς τὸ
πρῶτον: ἐπὴν δ᾽ εἰς
ἄκρον ἵκηται,
ῥηιδίη δὴ ἔπειτα
πέλει, χαλεπή
περ ἐοῦσα.
οὗτος μὲν
πανάριστος, ὃς
αὐτὸς πάντα νοήσῃ
φρασσάμενος,
τά κ᾽ ἔπειτα καὶ
ἐς τέλος ᾖσιν
ἀμείνω:
295
ἐσθλὸς δ᾽ αὖ
κἀκεῖνος, ὃς εὖ
εἰπόντι πίθηται:
ὃς δέ κε μήτ᾽ αὐτὸς
νοέῃ μήτ᾽ ἄλλου
ἀκούων
ἐν θυμῷ
βάλληται, ὃ δ᾽
αὖτ᾽ ἀχρήιος ἀνήρ.
ἀλλὰ σύ γ᾽
ἡμετέρης
μεμνημένος αἰὲν
ἐφετμῆς
ἐργάζευ, Πέρση,
δῖον γένος, ὄφρα
σε λιμὸς
300
ἐχθαίρῃ, φιλέῃ δέ
ς᾽ ἐυστέφανος
Δημήτηρ
αἰδοίη, βιότου
δὲ τεὴν πιμπλῇσι
καλιήν:
λιμὸς γάρ τοι
πάμπαν ἀεργῷ
σύμφορος ἀνδρί.
τῷ δὲ θεοὶ
νεμεσῶσι καὶ
ἀνέρες, ὅς κεν
ἀεργὸς
ζώῃ, κηφήνεσσι
κοθούροις
εἴκελος ὀργήν,
305
οἵ τε
μελισσάων
κάματον
τρύχουσιν
ἀεργοὶ
ἔσθοντες: σοὶ
δ᾽ ἔργα φίλ᾽ ἔστω
μέτρια κοσμεῖν,
ὥς κέ τοι
ὡραίου βιότου
πλήθωσι
καλιαί.
ἐξ ἔργων δ᾽
ἄνδρες
πολύμηλοί τ᾽
ἀφνειοί τε:
309
καὶ
ἐργαζόμενοι
πολὺ φίλτεροι
ἀθανάτοισιν.
311
ἔργον δ᾽ οὐδὲν
ὄνειδος,
ἀεργίη δέ τ᾽
ὄνειδος.
[Hes.Op. 286-311]
EVELYN-WHITE, H.G. Hesiod. The Homeric Hymns and Homerica. Cambridge and London: Harvard University Press and William Heinemann, 1914.