Iatreion   |   Didascalica   |   Portal Graecia Antiqua   |   Wilson A. Ribeiro Jr.
 
ga
a principio ad anno domini 529
ht
 
ISSN 1679-5709
greciantiga.org
 
 
 
aux
 
 
navigatio
| greciantiga.org | mat | lucianus sophista | dialogi mortuorum 3 |
u  Prima pagina
u  Materiae
u  Indices
u  Index locorum
Luc. DMort. 3
nexus
 
Lucianus Sophista :: Dialogi Mortuorum 3
 
Data: séc. II. Dialeto comum (gr. κοινὴ διάλεκτος) com aticismos; texto em prosa baseado na edição de M.D. McLeod, 1961 (nessa edição, o diálogo é o terceiro da série).
t

ΝΕΚΡΩΝ ΠΛΟΥΤΩΝΙ ΚΑΤΑ ΜΕΝΙΠΠΟΥ


ΚΡΟΙΣΟΣ
Οὐ φέρομεν, ὦ  Πλούτων,  Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν εἰς ἕτερον τόπον.
ΠΛΟΥΤΩΝ
Τί δ' ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
ΚΡ. Ἐπειδὰν ἡμειῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω,  Μίδας μὲν οὑτοςὶ τοῦ χρυσίου,  Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς, ἐγὼ δὲ  Κροῖσος τῶν θησαυρῶν, ἐπιγελαῖ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν, ἐνίοτε δὲ καὶ ἄιδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς, καὶ ὅλως λυπηρός ἐστιν.
ΠΛ. Τί ταῦτά φασιν, ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Ἀληθῆ, ὦ  Πλούτων· μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας, οἷς οὐκ ἀπέχρησεν βιῶναι κακῶς, ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω· χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.
ΠΛ. Ἀλλ' οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι.
ΜΕ. Καὶ σὺ μωραίνεις, ὦ  Πλούτων, ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς;
ΠΛ. Οὐδαμῶς, ἀλλ' οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.
ΜΕ. [2] Καὶ μήν, ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων, οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου· ἔνθα γὰρ ἂν ἴητε, ἀκολουθήσω ἀνιῶν καὶ καταίδων καὶ καταγελῶν.
ΚΡ. Ταῦτα οὐχ ὕβρις;
ΜΕ. Οὔκ, ἀλλ' ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε, προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου παράπαν οὐ μνημονεύοντες· τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφηιρημένοι.
ΚΡ. Πολλῶν γε, ὦ θεοί, καὶ μεγάλων κτημάτων.
ΜΙΔΑΣ
Ὅσου μὲν ἐγὼ χρυσοῦ.
ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ
Ὅσης δὲ ἐγὼ τρυφῆς.
ΜΕ. Εὖ γε, οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς, ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπαίσομαι ὑμῖν· πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπαιδόμενον.

[Luc. DMort. 3]

Referência

M.D. McLeod, Lucian, v. 7. Cambridge, Harvard University Press, 1961.

 
SCHOLIA
scho2
MEMORANDUM
para retornar ao arquivo anterior, ative o link "retro"
scho2
como citar
esta página
 
03.06.2007
Monografia 0604
     
Data da consulta: 11.05.2008
 
navi
© 1997-2008 Wilson A. Ribeiro Jr.
retro