| | navigatio
| greciantiga.org | mat | theocritus poeta bucolicus | idyllium 3.1-14 |
Theoc.Id. 3.1-14 nexus
| |
 Theocritus Poeta Bucolicus :: Idyllium 3.1-14
Data: séc. -III.
ΚΩΜΟΣ
Κωμάσδω ποτὶ τὰν Ἁμαρυλλίδα, ταὶ δέ μοι αἶγες
βόσκονται κατ'ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
Τίτυρ', ἐμὶν τὸ καλὸν πεγιλημένε, βόσκε τάς αἶγας,
καὶ ποτὶ τὰν κράναν ἄγε, Τίτυρε, καὶ τὸν ἐνόρχαν,
τὸν λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψηι.
Ὦ χαρίεσς' Ἀμαρυλλί, τί μ' οὐκέτι τοῦτο κατ' ἄντρον
παρκύπτοισα καλεῖς, τὸν ἐρωτύλον; Ἦ ῥά με μισεῖς;
η ῥά γε τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
νύμπα, καὶ προγένειος; Ἀπάγξασθαί με ποησεῖς.
Ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον
ὦ μ' ἐκέλευ καθελεῖν τυ· καὶ αὔριον ἄλλα τοι οἰσῶ.
Θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος. Αἴθε γενοίμαν
ἁ βουβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν,
τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν ἇι τυ πυκάσδηι.
[Theoc.Id. 3.1-14]
Referência
LEGRAND, Ph.-E. Bucoliques Grecs, t. I. Paris: Les Belles Lettres, 1946.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |