| | navigatio
| greciantiga.org | mat | aristophanes comicus | equites 595-610 |
Ar.Eq. 595-610 nexus
| |
 Aristophanes Comicus :: Equites 595-610
Data: -424.
ΙΠΠΗΣ
ΧΟΡΟΣ
ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ' ἐπαινέσαι.
ἄξιοι δ' εἴς' εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα
ξυνδιήνεγκαν μεθ' ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
ἀλλὰ τἀν τῆ̣ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτ' ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ
[ κρόμμυα·
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεβρύαξαν, " ἱππαπαῖ, τίς ἐμβαλεῖ;
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾶ̣ς ὦ σαμφόρα; "
ἐξεπήδων τ' ἐς Κόρινθον· εἶτα δ' οἱ νεώτεροι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῆ̣σαν
[ στρώματα·
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
ὥστ' ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
δεινά γ' ὦ Πόσειδον εἰ μήτ' ἐν βυθῶ̣ δυνήσομαι
μήτε γῆ̣ μήτ' ἐν θαλάττη̣ διαφυγεῖν τοὺς ἱππέας.
[Ar.Eq. 595-610]
Referência
HALL, F.W. and GELDART, W.M. (ed.). Aristophanes Comoediae, v. 1. Oxford: Clarendon Press, 1907.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |