| | navigatio
| greciantiga.org | mat | euripides tragicus | hercules (furens) 548-75 |
E.HF 548-75 nexus
| |
 Euripides tragicus :: Hercules (Furens) 548-75
Data: -420/-415.
ΕΥΡΙΠΙΔΟΥ ΗΕΡΑΚΛΗΣ
ΗΡΑΚΛΗΣ
κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
ΜΕΓΑΡΑ
θανάτου τάδ' ἤδη περιβόλαι' ἐνήμμεθα.
Ηρ.
Με.
Ηρ.
Με.
Ηρ.
Με.
Ηρ.
Με.
Ηρ.
Με.
Ηρ.
Με.
Ηρ.
|
καὶ πρὸς βίαν ἐθνήισκετ'; ὦ τλήμων ἐγώ.
φίλων <γ'> ἔρημοι· σὲ δὲ θανόντ' ἠκούομεν.
πόθεν δ' ἐς ὑμᾶς ἥδ' ἐσῆλθ' ἀθυμία;
Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
τί δ' ἐξελείπετ' οἶκον ἑστίαν τ' ἐμήν;
βίαι, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους
κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ' ἀτιμάσαι;
αἰδώς; ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
οὕτω δ' ἀπόντες ἐσπανίζομεν φίλων;
φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
ἄφιλον, ἵν' αὖθίς σοι λέγω, τὸ δυστυχές.
οὐ ῥίψεθ' Ἅιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
ἐγὼ δέ, νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός,
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δ' ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ' ὅσους
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ
τῶι καλλινίκωι τῶιδ' ὅπλωι χειρώσομαι,
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασιν
νεκρῶν ἅπαντ' Ἰσμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
τῶι γάρ μ' ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·
|
[E.HF. 548-75]
Referência
DIGGLE, J. Hercules. In: _______, Euripidis fabulae, v. 2. Oxford: Clarendon Press, p. 117-174, 1981.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |