| | navigatio
| greciantiga.org | mat | euripides tragicus | iphigenia aulidensis 16-33 |
E.IA. 16-33 nexus
| |
 Euripides tragicus :: Iphigenia Aulidensis 16-33
Data: -405. Dialeto ático. Texto em versos anapésticos, baseado na edição de Jouan, 1983.
ΙΦΙΓΕΝΕΙΑ ΕΝ ΑΥΛΙΔΙ
ΑΓΑΜΕΜΝΩΝ
Ζηλῶ σέ, γέρον,
ζηλῶ δ' ἀνδρῶν ὃς ἀκίνδυνον
βίον ἐξεπέρας' ἀγνὼς ἀκλεής·
τοὺς δ' ἐν τιμαῖς ἦσσον ζηλῶ.
ΠΡΕΣΒΥΤΕΣ
Καὶ μὴν τὸ καλόν γ' ἐνταῦθα βίου.
Αγ.
Πρ.
|
Τοῦτο δέ γ' ἐστὶν τὸ καλὸν σφαλερόν,
καὶ τὸ πρότιμον
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
Τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ'
ἀνέτρεψε βίον, τοτὲ δ' ἀνθρώπων
γνῶμαι πολλαὶ
καὶ δυσάρεστοι διέκναισαν.
Οὐκ ἄγαμαι ταῦτ' ἀνδρὸς ἀριστέως·
οὐκ ἐπὶ πᾶσίν ς' ἐφύτευς' ἀγαθοῖς,
Ἀγάμεμνον, Ἀτρεύς.
Δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
θνητὸς γὰρ ἔφυς· κἂν μὴ σὺ θέληις,
τὰ θεῶν οὕτω βουλόμεν' ἔσται.
|
[E.IA. 16-33]
Referência
JOUAN, F. Iphigénie a Aulis. Paris: Les Belles Lettres, 1983.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |