| | navigatio
| greciantiga.org | mat | euripides tragicus | alcestis 157-96 |
E.Alc. 157-96 nexus
| |
 Euripides Tragicus :: Alcestis 157-96
Data: -438.
ΑΛΚΗΣΤΙΣ
ΘΕΡΑΠΑΙΝΑ
ἃ δ' ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων.
Ἐπεὶ γὰρ ἤισθεθ' ἡμέραν τὴν κυρίαν
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
ἐλούσατ', ἐκ δ' ἑλοῦσα κεδρίνων δόμων
ἐσθῆτα κόσμον τ' εὐπρεπῶς ἠσκήσατο,
καὶ στᾶσα πρόσθεν ἑστίας κατηύξατο·
Δέσποιν', ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
πανύστατόν σε προσπίτνους' αἰτήσομαι
τέκν' ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίλην
σύζευξον ἄλοχον, τῆι δὲ γενναῖον πόσιν·
μηδ', ὥσπερ αὐτῶν ἡ τεκοῦς' ἀπόλλυμαι,
θανεῖν ἀώρους παῖδας, ἀλλ' εὐδαίμονας
ἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον.
Πάντας δὲ βωμούς, οἳ κατ' Ἀδμήτου δόμους,
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιόν
κακὸν μεθίστη χρωτὸς εὐειδῆι φύσιν.
Κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
ἐνταῦθα δὴ 'δάκρυσε καὶ λέγει τάδε·
Ὦ λέκτρον, ἔνθα παρθένει ἔλυς' ἐγώ
κορεύματ' ἐκ τοῦδ' ἀνδρὸς οὗ θνήσκω πέρι,
χαῖρ'· οὐ γὰρ ἐχθαίρω ς'· ἀπώλεσας δ' ἐμέ
μόνην· προδοῦναι γάρ ς' ὀκνοῦσα καὶ πόσιν
θνήισκω. σὲ δ' ἄλλη τις γυνὴ κεκτήσεται,
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴις δ' ἴσως·
Κυνεῖ δὲ προσπίτνουσα, τᾶν δὲ δέμνιον
ὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι.
Ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
καὶ πολλὰ θαλάμων ἐξιοῦς' ἐπεστράφη
κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
Παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
ἔκλαιον· ἣ δὲ λαμβάνους' ἐς ἀγκάλας
ἠσπάζετ' ἄλλοτ' ἄλλον, ὡς θανουμένη.
Πάντες δ' ἔκλαιον οἰκέται κατὰ στέγας
δέσποιναν οἰκτίροντες. Ἣ δὲ δεξιάν
προύτειν' ἑκάστωι, κοὔτις ἦν οὕτω κακός
ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
Τοιαῦτ' ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
[E.Alc. 157-196]
Referência
MÉRIDIER, L. Alceste. In: _______, Euripide, v. 1. Paris: Les Belles Lettres, p. 43-101, 1926.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |