| | navigatio
| greciantiga.org | mat | sophocles tragicus | philoctetes 1004-19 |
S.Ph. 1004-19 nexus
| |
 Sophocles Tragicus :: Philoctetes 1004-19
Data: -409.
ΦΙΛΟΚΤΗΤΗΣ
|
Φι.
|
Ὦ χεῖρες, οἷα πάσχετ' ἐν χρείαι φίλης
νευρᾶς, ὑπ' ἀνδρὸς τοῦδε συνθηρώμεναι.
ὦ μηδὲν ὑγιὲς μηδ' ἐλεύθερον φρονῶν,
οἷ' αὖ μ' ὑπῆλθες, ὥς μ' ἐθηράσω, λαβὼν
πρόβλημα σαυτοῦ παῖδα τόνδ' ἀγνῶτ' ἐμοί,
ἀνάξιον μὲν σοῦ, κατάξιον δ' ἐμοῦ,
ὃς οὐδὲν ἤιδει πλὴν τὸ προσταχθὲν ποεῖν,
δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
οἷς τ' αὐτὸς ἐξήμαρτεν οἷς τ' ἐγὼ 'παθον.
ἀλλ' ἡ κακὴ σὴ διὰ μυχῶν βλέπους' ἀεὶ
ψυχή νιν ἀφυῆ τ' ὄντα κοὐ θέλονθ' ὅμως
εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.
καὶ νῦν ἔμ', ὦ δύστηνε, συνδήσας νοεῖς
ἄγειν ἀπ' ἀκτῆς τῆσδ', ἐν ἧι με προυβάλου
ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.
ὄλοιο· καί σοι πολλάκις τόδ' ηὐξάμην.
|
[S.Ph. 1004-1019]
Referência
JEBB, R. The Philoctetes of Sophocles. Cambridge: Cambridge University Press, 1898.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |