Iatreion   |   Didascalica   |   Portal Graecia Antiqua   |   Wilson A. Ribeiro Jr.
 
ga
a principio ad anno domini 529
ht
 
ISSN 1679-5709
greciantiga.org
 
 
 
aux
 
 
navigatio
| greciantiga.org | mat | sophocles tragicus | electra, 86-120 |
u  Prima pagina
u  Materiae
u  Indices
u  Index locorum
S.El. 86-120
nexus
 
Sophocles Tragicus :: Electra, 86-120
 
Data: -420/-410.
t

ΗΛΕΚΤΡΑ

Ηλ. Ὦ φάος ἁγνὸν
καὶ γῆς ἰσόμοιρ' ἀήρ, ὥς μοι
πολλὰς μὲν θρήνων ὠιδάς,
πολλὰς δ' ἀντήρεις ἤισθου
στέρνων πλαγὰς αἱμασσομένων,
ὁπόταν δνοφερά νὺξ ὑπολειφθῆι·
τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
ξυνίσας' εὐναὶ μογερῶν οἴκων,
ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
πατέρ', ὃν κατὰ μὲν βάρβαρον αἶαν
φοίνιος Ἄρης οὐκ ἐξένισεν,
μήτηρ δ' ἡμὴ χὠ κοινολεχὴς
αἴγισθος ὅπως δρῦν ὑλοτόμοι
σχίζουσι κάρα φονίωι πελέκει·
κοὐδεὶς τούτων οἶκτος ἀπ' ἄλλης
ἢ 'μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
ἀδίκῶς οἰκτρῶς τε θανόντος.
Ἀλλ' οὐ μὲν δὴ
λήξω θρήνων στυγερῶν τε γόων,
ἔστ' ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδ' ἦμαρ,
μὴ οὐ τεκνολέτειρ' ὥς τις ἀηδὼν
ἐπὶ κωκυτῶι τῶνδε πατρώιων
πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
ὦ δῶμ' Ἀΐδου καὶ περσεφόνης,
ὦ χθόνι' Ἑρμῆ καὶ πότνι' Ἀρὰ
σεμναί τε θεῶν παῖδες Ἐρινύες,
αἳ τοὺς ἀδίκως θνήισκοντας ὁρᾶθ',
αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
ἔλθετ', ἀρήξατε, τείσασθε πατρὸς
φόνον ἡμετέρου,
καί μοι τὸν ἐμὸν πέμψατ' ἀδελφόν·
μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
λύπης ἀντίρροπον ἄχθος.
[S.El. 86-120]
Referência

DAIN, A. Électre. In: _______, Sophocle, v. 2. Trad. P. Mazon. Paris: Les Belles Lettres, p. 129-194, 1958.

 
SCHOLIA
scho2
MEMORANDUM
para retornar ao arquivo anterior, ative o link "retro"
scho2
como citar
esta página
 
29.08.2000
Monografia 0311
     
Data da consulta: 11.05.2008
 
navi
© 1997-2008 Wilson A. Ribeiro Jr.
retro