Iatreion   |   Didascalica   |   Portal Graecia Antiqua   |   Wilson A. Ribeiro Jr.
 
ga
a principio ad anno domini 529
ht
 
ISSN 1679-5709
greciantiga.org
 
 
 
aux
 
 
navigatio
| greciantiga.org | mat | aeschylus tragicus | choephori 519-52 |
u  Prima pagina
u  Materiae
u  Indices
u  Index locorum
A.Ch. 519-52
nexus
 
Aeschylus Tragicus :: Choephori 519-52
 
Data: -458.
t

ΧΟΗΦΟΡΟΙ

ΟΡΕΣΤΗΣ
τὰ δῶρα μείω δ' ἐστὶ τῆς ἁμαρτίας·
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ' αἵματος
ἑνός, μάτην ὁ μόχθος· ὧδ' ἔχει λόγος.
θέλοντι δ', εἴπερ οἶσθ', ἐμοὶ φράσον τάδε.
ΧΟΡΟΣ
οἶδ', ὦ τέκνον, παρῆ γάρ· ἔκ τ' ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
Ορ.
Χο.
Ορ.
Χο.
Ορ.
Χο.
Ορ.
Χο.
Ορ.
Χο.




Ορ.










Χο.
ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ' ὀρθῶς φράσαι;
τεκεῖν δράκοντ' ἔδοξεν, ὡς αὐτὴ λέγει.
καὶ ποῖ τελευτᾶι καὶ καρανοῦται λόγος;
ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
τίνος βορᾶς χρήιζοντα, νεογενὲς δάκος;
αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
ὥστ' ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
οὔτοι μάταιον ἂν τόδ' ὄψανον πέλοι.
ἡ δ' ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη,
πολλοὶ δ' ἀνῆιθοντ' ἐκτυφλωθέντες σκότωι,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν.
πέμπει δ' ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
ἀλλ' εὔχομαι γῆι τῆιδε καὶ πατρὸς τάφωι
τοὔνειρον εἶναι τοῦτ' ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις επᾶσα σπαργάνηπλείζετο
καὶ μαστὸν ἀμφέχασκ' ἐμὸν θρεπτήριον
θρόμβωι τ' ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δ' ἀμφὶ τάρβει τῶιδ' ἐπώιμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ' ἐγὼ
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
τερασκόπον δὴ τῶνδέ σ' αἱροῦμαι πέρι.
[A.Ch. 519-552]
Referência

GARVIE, A.F. (ed.). Aeschylus. Choephori. Oxford: Clarendon Press, 1986.

 
SCHOLIA
scho2
MEMORANDUM
para retornar ao arquivo anterior, ative o link "retro"
scho2
como citar
esta página
 
11.09.2005
Monografia 0561
     
Data da consulta: 11.05.2008
 
navi
© 1997-2008 Wilson A. Ribeiro Jr.
retro