| | navigatio
| greciantiga.org | mat | aeschylus tragicus | prometheus vinctus 1016-25 et 1043-53 |
A.Pr. 1016-25 et 1043-53 nexus
| |
 Aeschylus Tragicus :: Prometheus Vinctus 1016-25 et 1043-53
Data: -462/-459.
ΠΡΟΜΗΘΕΥΣ ΔΕΣΜΩΤΗΣ
ΕΡΜΗΣ
(...) πρῶτα μὲν γὰρ ὀκρίδα
φάραγγα βροντῆι καὶ κεραυνίαι φλογὶ
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
τὸ σόν, πετραία δ' ἀγκάλη σε βαστάσει.
Μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί
πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
κελαινόβρωτον δ' ἧπαρ ἐκθοινήσεται.
[A.Pr. 1016-1025]
ΠΡΟΜΗΘΕΥΣ
πρὸς ταῦτ' ἐπ' ἐμοὶ ῥιπτέσθω μὲν
πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ'
ἐρεθιζέσθω βροντῆι σφακέλωι τ'
ἀγρίων ἀνέμων· χθόνα δ' ἐκ πυθμένων
αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
κῦμα δὲ πόντου τραχεῖ ῥοθίωι
συγχώσειεν τῶν οὐρανίων
ἄστρων διόδους· εἴς τε κελαινὸν
Τάρταρον ἄρδην ῥίψειε δέμας
τοὐμὸν ἀνάγκης στερραῖς δίναις·
πάντως ἐμέ γ' οὐ θανατώσει.
[A.Pr. 1043-1053]
Referência
MAZON, P. Prométhé Enchainé. In: _______, Eschyle, v. 1. Paris: Les Belles Lettres, 1921.
| |
SCHOLIA
MEMORANDUM para retornar ao arquivo anterior, ative o link "retro"

| |