Iatreion   |   Didascalica   |   Portal Graecia Antiqua   |   Wilson A. Ribeiro Jr.
 
ga
a principio ad anno domini 529
ht
 
ISSN 1679-5709
greciantiga.org
 
 
 
aux
 
 
navigatio
| greciantiga.org | mat | aeschylus tragicus | persae 384-405 |
u  Prima pagina
u  Materiae
u  Indices
u  Index locorum
A.Pers. 384-405
nexus
 
Aeschylus Tragicus :: Persae 384-405
 
Data: -472.
t

ΠΕΡΣΑΙ

ΑΓΓΕΛΟΣ
καὶ νὺξ ἐχώρει, κὀυ μάλ' Ἑλλήνων στρατός
κρυφαῖον ἔκπλουν οὐδαμῆι καθίστατο·
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν ἠχῆι κέλαδος Ἑλλήνων πάρα
μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ' ἅμα
ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῆι
παιᾶν' ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
ἀλλ' ἐς μάχην ὁρμῶντες εὐψύχωι θράσει·
σάλπιγξ δ' ἀϋτῆι πάντ' ἐκεῖν' ἐπέφλεγεν.
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῆι
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
ἡγεῖτο κόσμωι, δεύτερον δ' ὁ πᾶς στόλος
ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
πολλὴν βοήν, " ὦ παῖδες Ἑλλήνων ἴτε,
ἐλευθεροῦτε πατρίδ', ἐλευθεροῦτε δὲ
παῖδας, γυναῖκας, θεῶν τέ πατρώιων ἕδη,
θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.
[ A.Pers. 384-405 ]
Referência

MAZON, P. Eschyle, Tome I: Les Suppliantes, Les Perses, Les Sept Contre Thèbes, Prométhé Enchainé. Paris: Les Belles Lettres, 1921.

 
SCHOLIA
scho2
MEMORANDUM
para retornar ao arquivo anterior, ative o link "retro"
scho2
como citar
esta página
 
21.11.1999
Monografia 0223
     
Data da consulta: 11.05.2008
 
navi
© 1997-2008 Wilson A. Ribeiro Jr.
retro