ΑΝΑΚΡΕΟΝΤΟΣ
Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα· Ἄρες δ` οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.
ΠΛΑΤΩΝΟΣ
Ἡ σοβαρὸν γελάσασα καθ' Ἑλλάδος, ἥ ποτ' ἐραστῶν ἑσμὸν ἐπὶ προθύροις Λαΐσ' ἔχουσα νέων, τὴι Παφίηι τὸ κάτοπτρον· ἐπεὶ τοίη μὲν ὁρᾶσθαι οὐκ ἐθέλω, οἵη δ' ἦν πάρος δύναμαι.
Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως· ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη.
PAES, J.P. Poemas da Antologia Grega ou Palatina. São Paulo: Cia. das Letras, 1995.